ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΑ ΙΑ

Τὸ ἑνδέκατον ἄρχεται μὲν τῆς Ἀσίας͵ τοῦ Τανάιδος ἀπὸ τῶν ἀρκτικῶν μερῶν ἄνωθεν ἀρχομένου διαιρεῖν τὴν Εὐρώπην τῆς Ἀσίας. περιέχει δὲ τὸ βιβλίον καὶ τὰ παρακείμενα ἔθνη ταῖς ἀρχαῖς αὐτοῦ πρὸς τῆι ἀνατολῆι καὶ μεσημβρίαι͵ ἣ καὶ Ἀσία ἐστίν. ἔστι δὲ τῆιδε ἔθνη βάρβαρα τὰ τῶι βιβλίωι ἐγκείμενα ὅσα παροικεῖ τὸ Καυκάσιον ὄρος͵ ἐν οἷς Ἀμαζόνες τε καὶ Μασσαγέται͵ Σκύθαι καὶ Ἀλβανοὶ καὶ Ἴβηρες͵ Βακτριανοί͵ Κάσπιοι͵ Μῆδοι͵ Πέρσαι͵ Ἀρμενίαι δύο ἕως τῆς Μεσοποταμίας· ἔχει δὲ καὶ Τρωγλοδύτας καὶ Ἡνιόχους οὕτω λεγόμενα ἔθνη͵ καὶ Σκηπτούχους͵ Σοάνας͵ Ἀσσυρίους͵ Πολυφάγους͵ Ναβιανούς͵ Σιρακούς͵ Ταπύρους. ἐπεμνήσθη δὲ Ἰάσονος καὶ Μηδείας καὶ ὧν ἔκτισαν πόλεων· ἔτι δὲ Ξέρξου καὶ Μιθριδάτου καὶ Ἀλεξάνδρου τοῦ Φιλίππου.


Κεφάλαιο 1

1.1

Τῆι δ᾽ Εὐρώπηι συνεχής ἐστιν ἡ Ἀσία κατὰ τὸν Τάναϊν συνάπτουσα αὐτῆι· περὶ ταύτης οὖν ἐφεξῆς ῥητέον διελόντας φυσικοῖς τισιν ὅροις τοῦ σαφοῦς χάριν. ὅπερ οὖν Ἐρατοσθένης ἐφ᾽ ὅλης τῆς οἰκουμένης ἐποίησε͵ τοῦθ᾽ ἡμῖν ἐπὶ τῆς Ἀσίας ποιητέον. 

1.2

Ὁ γὰρ Ταῦρος μέσην πως διέζωκε ταύτην τὴν ἤπειρον ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω τεταμένος͵ τὸ μὲν αὐτῆς ἀπολείπων πρὸς βορρᾶν τὸ δὲ μεσημβρινόν. καλοῦσι δὲ αὐτῶν οἱ Ἕλληνες τὸ μὲν ἐντὸς τοῦ Ταύρου τὸ δὲ ἐκτός. εἴρηται δὲ ταῦθ᾽ ἡμῖν καὶ πρότερον͵ ἀλλ᾽ εἰρήσθω καὶ νῦν ὑπομνήσεως χάριν. 

1.3

Πλάτος μὲν οὖν ἔχει τὸ ὄρος πολλαχοῦ καὶ τρισχιλίων σταδίων͵ μῆκος δ᾽ ὅσον καὶ τὸ τῆς Ἀσίας͵ τεττάρων που μυριάδων καὶ πεντακισχιλίων͵ ἀπὸ τῆς Ῥοδίων περαίας ἐπὶ τὰ ἄκρα τῆς Ἰνδικῆς καὶ Σκυθίας πρὸς τὰς ἀνατολάς. 

1.4

Διήιρηται δ᾽ εἰς μέρη πολλὰ καὶ ὀνόματα περιγραφαῖς καὶ μείζοσι καὶ ἐλάττοσιν ἀφωρισμένα. ἐπεὶ δ᾽ ἐν τῶι τοσούτωι πλάτει τοῦ ὄρους ἀπολαμβάνεταί τινα ἔθνη͵ τὰ μὲν ἀσημότερα τὰ δὲ καὶ παντελῶς γνώριμα (καθάπερ ἡ Παρθυαία καὶ Μηδία καὶ Ἀρμενία καὶ Καππαδοκῶν τινες καὶ Κίλικες καὶ Πισίδαι)͵ τὰ μὲν πλεονάζοντα τοῖς προσβόρροις μέρεσιν ἐνταῦθα τακτέον͵ τὰ δ᾽ ἐν τοῖς νοτίοις εἰς τὰ νότια͵ καὶ τὰ ἐν μέσωι δὲ τῶν ὀρῶν κείμενα διὰ τὰς τῶν ἀέρων ὁμοιότητας πρὸς βορρᾶν πως θετέον· ψυχροὶ γάρ εἰσιν͵ οἱ δὲ νότιοι θερμοί. καὶ τῶν ποταμῶν δὲ αἱ ῥύσεις ἐν θένδε ἰοῦσαι πᾶσαι σχεδόν τι εἰς τἀναντία αἱ μὲν εἰς τὰ βόρεια αἱ δ᾽ εἰς τὰ νότια μέρη (τά γε πρῶτα͵ κἂν ὕστερόν τινες ἐπιστρέφωσι πρὸς ἀνατολὰς ἢ δύσεις)͵ ἔχουσί τι εὐφυὲς πρὸς τὸ τοῖς ὄρεσιν ὁρίοις χρῆσθαι κατὰ τὴν εἰς δύο μέρη διαίρεσιν τῆς Ἀσίας· καθάπερ καὶ ἡ θάλαττα ἡ ἐντὸς στηλῶν͵ ἐπ᾽ εὐθείας πως οὖσα ἡ πλείστη τοῖς ὄρεσι τούτοις͵ ἐπιτηδεία γεγένηται πρὸς τὸ δύο ποιεῖν ἠπείρους͵ τήν τε Εὐρώπην καὶ τὴν Λιβύην͵ ὅριον ἀμφοῖν οὖσα ἀξιόλογον. 

1.5

Τοῖς δὲ μεταβαίνουσιν ἀπὸ τῆς Εὐρώπης ἐπὶ τὴν Ἀσίαν ἐν τῆι γεωγραφίαι τὰ πρὸς βορρᾶν ἐστι πρῶτα τῆς εἰς δύο διαιρέσεως͵ ὥστε ἀπὸ τούτων ἀρκτέον. αὐτῶν δὲ τούτων πρῶτά ἐστι τὰ περὶ τὸν Τάναϊν͵ ὅν περ τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ὅριον ὑπεθέμεθα. ἔστι δὲ ταῦτα τρόπον τινὰ χερρονησίζοντα· περιέχεται γὰρ ἐκ μὲν τῆς ἑσπέρας τῶι ποταμῶι τῶι Τανάιδι καὶ τῆι Μαιώτιδι μέχρι τοῦ Βοσπόρου καὶ τῆς τοῦ Εὐξείνου παραλίας τῆς τελευτώσης εἰς τὴν Κολχίδα· ἐκ δὲ τῶν ἄρκτων τῶι Ὠκεανῶι μέχρι τοῦ στόματος τῆς Κασπίας θαλάττης· ἕωθεν δὲ αὐτῆι ταύτηι τῆι θαλάττηι μέχρι τῶν μεθορίων τῆς τε Ἀλβανίας καὶ τῆς Ἀρμενίας͵ καθ᾽ ἃ ὁ Κῦρος καὶ ὁ Ἀράξης ἐκδιδοῦσι ποταμοί͵ ῥέοντες ὁ μὲν διὰ τῆς Ἀρμενίας Κῦρος δὲ διὰ τῆς Ἰβηρίας καὶ τῆς Ἀλβανίας· ἐκ νότου δὲ τῆι ἀπὸ τῆς ἐκβολῆς τοῦ Κύρου μέχρι τῆς Κολχίδος͵ ὅσον τρισχιλίων οὔσηι σταδίων ἀπὸ θαλάττης ἐπὶ θάλατταν͵ δι᾽ Ἀλβανῶν καὶ Ἰβήρων͵ ὥστε ἰσθμοῦ λόγον ἔχειν. οἱ δ᾽ ἐπὶ τοσοῦ τον συναγαγόντες τὸν ἰσθμὸν ἐφ᾽ ὅσον Κλείταρχος͵ ἐπίκλυστον φήσας ἐξ ἑκατέρου τοῦ πελάγους͵ οὐδ᾽ ἂν λόγου ἀξιοῖντο. Ποσειδώνιος δὲ χιλίων καὶ πεντακοσίων εἴρηκε τὸν ἰσθμόν͵ ὅσον καὶ τὸν ἀπὸ Πηλουσίου ἰσθμὸν εἰς τὴν Ἐρυθράν. δοκῶ δέ φησί μὴ πολὺ διαφέρειν μηδὲ τὸν ἀπὸ τῆς Μαιώτιδος εἰς τὸν Ὠκεανόν. 

1.6

Οὐκ οἶδα δὲ πῶς ἄν τις περὶ τῶν ἀδήλων αὐτῶι πιστεύσειε μηδὲν εἰκὸς ἔχοντι εἰπεῖν περὶ αὐτῶν͵ ὅταν περὶ τῶν φανερῶν οὕτω παραλόγως λέγηι͵ καὶ ταῦτα φίλος Πομπηίωι γεγονὼς τῶι στρατεύσαντι ἐπὶ τοὺς Ἴβηρας καὶ τοὺς Ἀλβανοὺς μέχρι τῆς ἐφ᾽ ἑκάτερα θαλάττης τῆς τε Κασπίας καὶ τῆς Κολχικῆς. φασὶ γοῦν ἐν Ῥόδωι γενόμενον τὸν Πομπήιον͵ ἡνίκα ἐπὶ τὸν ληιστρικὸν πόλεμον ἐξῆλθεν (εὐθὺς δ᾽ ἔμελλε καὶ ἐπὶ Μιθριδάτην ὁρμήσειν καὶ τὰ μέχρι τῆς Κασπίας ἔθνη)͵ παρατυχεῖν διαλεγομένωι τῶι Ποσειδωνίωι͵ ἀπιόντα δ᾽ ἐρέσθαι εἴ τι προστάττει͵ τὸν δ᾽ εἰπεῖν αἰὲν ἀριστεύειν καὶ ὑπείροχον ἔμμεναι ἄλλων. προστίθει δὲ τούτοις ὅτι καὶ τὴν ἱστορίαν συνέγραψε τὴν περὶ αὐτόν. διὰ δὴ ταῦτα ἐχρῆν φροντίσαι τἀληθοῦς πλέον τι. 

1.7

Δεύτερον δ᾽ ἂν εἴη μέρος τὸ ὑπὲρ τῆς Ὑρκανίας θαλάττης͵ ἣν [καὶ] Κασπίαν καλοῦμεν͵ μέχρι τῶν κατ᾽ Ἰνδοὺς Σκυθῶν. τρίτον δὲ μέρος τὸ συνεχὲς τῶι λεχθέντι ἰσθμῶι καὶ τὰ ἑξῆς τούτωι καὶ ταῖς Κασπίαις πύλαις͵ τῶν ἐντὸς τοῦ Ταύρου καὶ τῆς Εὐρώπης ἐγγυτάτω· ταῦτα δ᾽ ἐστὶ Μηδία καὶ Ἀρμενία καὶ Καππαδοκία καὶ τὰ μεταξύ. τέταρτον δ᾽ ἡ ἐντὸς Ἅλυος γῆ καὶ τὰ ἐν αὐτῶι τῶι Ταύρωι καὶ ἐκτὸς ὅσα εἰς τὴν χερρόνησον ἐμπίπτει͵ ἣν ποιεῖ ὁ διείργων ἰσθμὸς τήν τε Ποντικὴν καὶ τὴν Κιλικίαν θάλατταν. τῶν δὲ ἄλλων τῶν ἔξω τοῦ Ταύρου τήν τε Ἰνδικὴν τίθεμεν καὶ τὴν Ἀριανὴν μέχρι τῶν ἐθνῶν τῶν καθηκόντων πρός τε τὴν κατὰ Πέρσας θάλατταν καὶ τὸν Ἀράβιον κόλπον καὶ τὸν Νεῖλον καὶ πρὸς τὸ Αἰγύπτιον πέλαγος καὶ τὸ Ἰσσικόν. 


Κεφάλαιο 2

2.1

Οὕτω δὲ διακειμένων τὸ πρῶτον μέρος οἰκοῦσιν ἐκ μὲν τῶν πρὸς ἄρκτον μερῶν καὶ τὸν Ὠκεανὸν Σκυθῶν τινὲς νομάδες καὶ ἁμάξοικοι͵ ἐνδοτέρω δὲ τούτων Σαρμάται͵ καὶ οὗτοι Σκύθαι͵ Ἄορσοι καὶ Σιρακοὶ μέχρι τῶν Καυκασίων ὀρῶν ἐπὶ μεσημβρίαν τείνοντες͵ οἱ μὲν νομάδες οἱ δὲ καὶ σκηνῖται καὶ γεωργοί͵ περὶ δὲ τὴν λίμνην Μαιῶται· πρὸς δὲ τῆι θαλάττηι τοῦ Βοσπόρου τὰ κατὰ τὴν Ἀσίαν ἐστὶ καὶ ἡ Σινδική· μετὰ δὲ ταύτην Ἀχαιοὶ καὶ Ζυγοὶ καὶ Ἡνίοχοι Κερκέται τε καὶ Μακροπώγωνες. ὑπέρκειται δὲ τούτων καὶ τὰ τῶν Φθειροφάγων στενά· μετὰ δὲ τοὺς Ἡνιόχους ἡ Κολχὶς ὑπὸ τοῖς Καυκασίοις ὄρεσι κειμένη καὶ τοῖς Μοσχικοῖς. ἐπεὶ δ᾽ ὅριον ὑπόκειται τῆς Εὐρώπης καὶ τῆς Ἀσίας ὁ Τάναϊς ποταμός͵ ἐντεῦθεν ἀρξάμενοι τὰ καθ᾽ ἕκαστα ὑπογράψομεν. 

2.2

Φέρεται μὲν οὖν ἀπὸ τῶν ἀρκτικῶν μερῶν͵ οὐ μὴν ὡς ἂν κατὰ διάμετρον ἀντίρρους τῶι Νείλωι͵ καθάπερ νομίζουσιν οἱ πολλοί͵ ἀλλὰ ἑωθινώτερος ἐκείνου͵ παραπλησίως ἐκείνωι τὰς ἀρχὰς ἀδήλους ἔχων· ἀλλὰ τοῦ μὲν πολὺ τὸ φανερὸν χώραν διεξιόντος πᾶσαν εὐεπίμικτον καὶ μακροὺς ἀνάπλους ἔχοντος͵ τοῦ δὲ Τανάιδος τὰς μὲν ἐκβολὰς ἴσμεν (δύο δ᾽ εἰσὶν εἰς τὰ ἀρκτικώτατα μέρη τῆς Μαιώτιδος ἑξήκοντα σταδίους ἀλλήλων διέχουσαι)͵ τοῦ δ᾽ ὑπὲρ τῶν ἐκβολῶν ὀλίγον τὸ γνώριμόν ἐστι διὰ τὰ ψύχη καὶ τὰς ἀπορίας τῆς χώρας͵ ἃς οἱ μὲν αὐτόχθονες δύνανται φέρειν σαρξὶ καὶ γάλακτι τρεφόμενοι νομαδικῶς͵ οἱ δ᾽ ἀλλοεθνεῖς οὐχ ὑπομένουσιν. ἄλλως τε οἱ νομάδες δυσεπίμικτοι τοῖς ἄλλοις ὄντες καὶ πλήθει καὶ βίαι διαφέροντες ἀποκεκλείκασιν εἰ καί τι πορεύσιμον τῆς χώρας ἐστὶν ἢ εἴ τινας τετύχηκεν ἀνάπλους ἔχων ὁ ποταμός. ἀπὸ δὲ τῆς αἰτίας ταύτης οἱ μὲν ὑπέλαβον τὰς πηγὰς ἔχειν αὐτὸν ἐν τοῖς Καυκασίοις ὄρεσι͵ πολὺν δ᾽ ἐνεχθέντα ἐπὶ τὰς ἄρκτους εἶτ᾽ ἀναστρέψαντα ἐκβάλλειν εἰς τὴν Μαιῶτιν (τούτοις δὲ ὁμοδοξεῖ καὶ Θεοφάνης ὁ Μυτιληναῖος)͵ οἱ δ᾽ ἀπὸ τῶν ἄνω μερῶν τοῦ Ἴστρου φέρεσθαι· σημεῖον δὲ φέρουσιν οὐδὲν τῆς πόρρωθεν οὕτω ῥύσεως καὶ ἀπ᾽ ἄλλων κλιμάτων͵ ὥσπερ οὐ δυνατὸν ὂν καὶ ἐγγύθεν καὶ ἀπὸ τῶν ἄρκτων. 

2.3

Ἐπὶ δὲ τῶι ποταμῶι καὶ τῆι λίμνηι πόλις ὁμώνυμος οἰκεῖται Τάναϊς͵ κτίσμα τῶν τὸν Βόσπορον ἐχόντων Ἑλλήνων. νεωστὶ μὲν οὖν ἐξεπόρθησεν αὐτὴν Πολέμων ὁ βασιλεὺς ἀπειθοῦσαν͵ ἦν δ᾽ ἐμπόριον κοινὸν τῶν τε Ἀσιανῶν καὶ τῶν Εὐρωπαίων νομάδων καὶ τῶν ἐκ τοῦ Βοσπόρου τὴν λίμνην πλεόντων͵ τῶν μὲν ἀνδράποδα ἀγόντων καὶ δέρματα καὶ εἴ τι ἄλλο τῶν νομαδικῶν͵ τῶν δ᾽ ἐσθῆτα καὶ οἶνον καὶ τἆλλα ὅσα τῆς ἡμέρου διαίτης οἰκεῖα ἀντιφορτιζομένων. πρόκειται δ᾽ ἐν ἑκατὸν σταδίοις τοῦ ἐμπορίου νῆσος Ἀλωπεκία͵ κατοικία μιγάδων ἀνθρώπων· ἔστι δὲ καὶ ἄλλα νησίδια πλησίον ἐν τῆι λίμνηι. διέχει δὲ τοῦ στόματος τῆς Μαιώτιδος εὐθυπλοοῦσιν ἐπὶ τὰ βόρεια δισχιλίους καὶ διακοσίους σταδίους ὁ Τάναϊς͵ οὐ πολὺ δὲ πλείους εἰσὶ παραλεγομένωι τὴν γῆν. 

2.4

Ἐν δὲ τῶι παράπλωι τῶι παρὰ γῆν πρῶτον μέν ἐστιν ἀπὸ τοῦ Τανάιδος προϊοῦσιν ἐν ὀκτακοσίοις σταδίοις ὁ μέγας καλούμενος Ῥομβίτης͵ ἐν ὧι τὰ πλεῖστα ἁλιεύματα τῶν εἰς ταριχείας ἰχθύων· ἔπειτα ἐν ἄλλοις ὀκτακοσίοις ὁ ἐλάττων Ῥομβίτης [καὶ] ἄκρα ἔχουσα καὶ αὐτὴ ἁλιείας ἐλάττους· ἔχουσι δὲ οἱ μὲν ... πρότερον νησία ὁρμητήρια͵ οἱ δ᾽ ἐν τῶι μικρῶι Ῥομβίτηι αὐτοί εἰσιν οἱ Μαιῶται ἐργαζόμενοι· οἰκοῦσι γὰρ ἐν τῶι παράπλωι τούτω παντὶ οἱ Μαιῶται͵ γεωργοὶ μὲν οὐχ ἧττον δὲ τῶν νομάδων πολεμισταί. διήιρηνται δὲ εἰς ἔθνη πλείω τὰ μὲν πλησίον τοῦ Τανάιδος ἀγριώτερα͵ τὰ δὲ συνάπτοντα τῶι Βοσπόρωι χειροήθη μᾶλλον. ἀπὸ δὲ τοῦ μικροῦ Ῥομβίτου στάδιοί εἰσιν ἑξακόσιοι ἐπὶ Τυράμβην καὶ τὸν Ἀντικείτην ποταμόν· εἶθ᾽ ἑκατὸν καὶ εἴκοσιν ἐπὶ τὴν κώμην τὴν Κιμμερικήν͵ ἥτις ἐστὶν ἀφετήριον τοῖς τὴν λίμνην πλέουσιν· ἐν δὲ τῶι παράπλωι τούτωι καὶ σκοπαί τινες λέγονται Κλαζομενίων. 

2.5

Τὸ δὲ Κιμμερικὸν πόλις ἦν πρότερον ἐπὶ χερρονήσου ἱδρυμένη͵ τὸν ἰσθμὸν τάφρωι καὶ χώματι κλείουσα· ἐκέκτηντο δ᾽ οἱ Κιμμέριοι μεγάλην ποτὲ ἐν τῶι Βοσπόρωι δύναμιν͵ διόπερ καὶ Κιμμερικὸς Βόσπορος ὠνομάσθη. οὗτοι δ᾽ εἰσὶν οἱ τοὺς τὴν μεσόγαιαν οἰκοῦντας ἐν τοῖς δεξιοῖς μέρεσι τοῦ Πόντου μέχρι Ἰωνίας ἐπιδραμόντες. τούτους μὲν οὖν ἐξήλασαν ἐκ τῶν τόπων Σκύθαι͵ τοὺς δὲ Σκύθας Ἕλληνες οἱ Παντικάπαιον καὶ τὰς ἄλλας οἰκίσαντες πόλεις τὰς ἐν Βοσπόρωι. 

2.6

Εἶτ᾽ ἐπὶ τὴν Ἀχίλλειον κώμην εἴκοσιν͵ ἐν ἧι τὸ Ἀχιλλέως ἱερόν· ἐνταῦθα δ᾽ ἐστὶν ὁ στενώτατος πορθμὸς τοῦ στόματος τῆς Μαιώτιδος ὅσον εἴκοσι σταδίων ἢ πλειόνων͵ ἔχων ἐν τῆι περαίαι κώμην τὸ Μυρμήκιον (πλησίον δ᾽ ἐστὶ τοῦ Ἡρακλείου) καὶ τὸ Παρθένιον. 

2.7

Ἐντεῦθεν δ᾽ ἐπὶ τὸ Σατύρου μνῆμα ἐνενήκοντα στάδιοι· τοῦτο δ᾽ ἐστὶν ἐπ᾽ ἄκρας τινὸς χωστὸν ἀνδρὸς τῶν ἐπιφανῶς δυναστευσάντων τοῦ Βοσπόρου. 

2.8

Πλησίον δὲ κώμη Πατραεύς͵ ἀφ᾽ ἧς ἐπὶ κώμην Κοροκονδάμην ἑκατὸν τριάκοντα· αὕτη δ᾽ ἐστὶ τοῦ Κιμμερικοῦ καλουμένου Βοσπόρου πέρας. καλεῖται δὲ οὕτως ὁ στενωπὸς ἐπὶ τοῦ στόματος τῆς Μαιώτιδος ἀπὸ τῶν κατὰ τὸ Ἀχίλλειον καὶ τὸ Μυρμήκιον στενῶν διατείνων μέχρι πρὸς τὴν Κοροκονδάμην καὶ τὸ ἀντικείμενον αὐτῆι κωμίον τῆς Παντικαπαίων γῆς ὄνομα Ἄκραν ἑβδομήκοντα σταδίων διειργόμενον πορθμῶι· μέχρι γὰρ δεῦρο καὶ ὁ κρύσταλλος διατείνει͵ πηττομένης τῆς Μαιώτιδος κατὰ τοὺς κρυμοὺς ὥστε πεζεύεσθαι. ἅπας δ᾽ ἐστὶν εὐλίμενος ὁ στενωπὸς οὗτος. 

2.9

Ὑπέρκειται δὲ τῆς Κοροκονδάμης εὐμεγέθης λίμνη͵ ἣν καλοῦσιν ἀπ᾽ αὐτῆς Κοροκονδαμῖτιν· ἐκδίδωσι δ᾽ ἀπὸ δέκα σταδίων τῆς κώμης εἰς τὴν θάλατταν· ἐμβάλλει δὲ εἰς τὴν λίμνην ἀπορρώξτις τοῦ Ἀντικείτου ποταμοῦ͵ καὶ ποιεῖ νῆσον περίκλυστόν τινα ταύτηι τε τῆι λίμνηι καὶ τῆι Μαιώτιδι καὶ τῶι ποταμῶι. τινὲς δὲ καὶ τοῦτον τὸν ποταμὸν Ὕπανιν προσαγορεύουσι͵ καθάπερ καὶ τὸν πρὸς τῶι Βορυσθένει. 

2.10

Εἰσπλεύσαντι δ᾽ εἰς τὴν Κοροκονδαμῖτιν ἥ τε Φαναγόρειά ἐστι πόλις ἀξιόλογος καὶ Κῆποι καὶ Ἑρμώνασσα καὶ τὸ Ἀπάτουρον τὸ τῆς Ἀφροδίτης ἱερόν· ὧν ἡ Φαναγόρεια καὶ οἱ Κῆποι κατὰ τὴν λεχθεῖσαν νῆσον ἵδρυνται εἰσπλέοντι ἐν ἀριστερᾶι͵ αἱ δὲ λοιπαὶ πόλεις ἐν δεξιᾶι πέραν Ὑπάνιος ἐν τῆι Σινδικῆι. ἔστι δὲ καὶ Γοργιπία ἐν τῆι Σινδικῆι͵ τὸ βασίλειον τῶν Σινδῶν πλησίον θαλάττης͵ καὶ Ἀβοράκη. τοῖς δὲ τοῦ Βοσπόρου δυνάσταις ὑπήκοοι ὄντες ἅπαντες Βοσπορανοὶ καλοῦνται· καὶ ἔστι τῶν μὲν Εὐρωπαίων Βοσπορανῶν μητρόπολις τὸ Παντικάπαιον͵ τῶν δ᾽ Ἀσιανῶν τὸ Φαναγόρειον (καλεῖται γὰρ καὶ οὕτως ἡ πόλις)͵ καὶ δοκεῖ τῶν μὲν ἐκ τῆς Μαιώτιδος καὶ τῆς ὑπερκειμένης βαρβάρου κατακομιζομένων ἐμπόριον εἶναι τὰ Φαναγόρεια͵ τῶν δ᾽ ἐκ τῆς θαλάττης ἀναφερομένων ἐκεῖσε τὸ Παντικάπαιον. ἔστι δὲ καὶ ἐν τῆι Φαναγορείαι τῆς Ἀφροδίτης ἱερὸν ἐπίσημον τῆς Ἀπατούρου· ἐτυμολογοῦσι δὲ τὸ ἐπίθετον τῆς θεοῦ μῦθόν τινα προστησάμενοι͵ ὡς ἐπιθεμένων ἐνταῦθα τῆι θεῶι τῶν γιγάντων ἐπικαλεσαμένη τὸν Ἡρακλέα κρύψειεν ἐν κευθμῶνί τινι͵ εἶτα τῶν γιγάντων ἕκαστον δεχομένη καθ᾽ ἕνα τῶι Ἡρακλεῖ παραδιδοίη δολοφονεῖν ἐξ ἀπάτης. 

2.11

Τῶν Μαιωτῶν δ᾽ εἰσὶν αὐτοί τε οἱ Σινδοὶ καὶ Δανδάριοι καὶ Τορέται καὶ Ἄγροι καὶ Ἀρρηχοί͵ ἔτι δὲ Τάρπητες Ὀβιδιακηνοὶ Σιττακηνοὶ Δόσκοι͵ ἄλλοι πλείους· τούτων δ᾽ εἰσὶ καὶ οἱ Ἀσπουργιανοὶ μεταξὺ Φαναγορείας οἰκοῦντες καὶ Γοργιπίας ἐν πεντακοσίοις σταδίοις͵ οἷς ἐπιθέμενος Πολέμων ὁ βασιλεὺς ἐπὶ προσποιήσει φιλίας οὐ λαθὼν ἀντεστρατηγήθη καὶ ζωγρίαι ληφθεὶς ἀπέθανε. τῶν τε συμπάντων Μαιωτῶν τῶν Ἀσιανῶν οἱ μὲν ὑπήκουον τῶν τὸ ἐμπόριον ἐχόντων τὸ ἐν τῶι Τανάιδι οἱ δὲ τῶν Βοσπορανῶν· τοτὲ δ᾽ ἀφίσταντο ἄλλοτ᾽ ἄλλοι. πολλάκις δ᾽ οἱ τῶν Βοσπορανῶν ἡγεμόνες καὶ τὰ μέχρι τοῦ Τανάιδος κατεῖχον καὶ μάλιστα οἱ ὕστατοι͵ Φαρνάκης καὶ Ἄσανδρος καὶ Πολέμων. Φαρνάκης δέ ποτε καὶ τὸν Ὕπανιν τοῖς Δανδαρίοις ἐπαγαγεῖν λέγεται διά τινος παλαιᾶς διώρυγος ἀνακαθάρας αὐτὴν [καὶ] κατακλύσαι τὴν χώραν. 

2.12

Μετὰ δὲ τὴν Σινδικὴν καὶ τὴν Γοργιπίαν ἐπὶ τῆι θαλάττηι ἡ τῶν Ἀχαιῶν καὶ Ζυγῶν καὶ Ἡνιόχων παραλία τὸ πλέον ἀλίμενος καὶ ὀρεινή͵ τοῦ Καυκάσου μέρος οὖσα. ζῶσι δὲ ἀπὸ τῶν κατὰ θάλατταν ληιστηρίων͵ ἀκάτια ἔχοντες λεπτὰ στενὰ καὶ κοῦφα͵ ὅσον ἀνθρώπους πέντε καὶ εἴκοσι δεχόμενα͵ σπάνιον δὲ τριάκοντα δέξασθαι τοὺς πάντας δυνάμενα· καλοῦσι δ᾽ αὐτὰ οἱ Ἕλληνες καμάρας. φασὶ δ᾽ ἀπὸ τῆς Ἰάσονος στρατιᾶς τοὺς μὲν Φθιώτας Ἀχαιοὺς τὴν ἐνθάδε Ἀχαΐαν οἰκίσαι͵ Λάκωνας δὲ τὴν Ἡνιοχίαν͵ ὧν ἦρχον Κρέκας καὶ Ἀμφίστρατος οἱ τῶν Διοσκούρων ἡνίοχοι͵ καὶ τοὺς Ἡνιόχους ἀπὸ τούτων εἰκὸς ὠνομάσθαι. τῶν δ᾽ οὖν καμαρῶν στόλους κατασκευαζόμενοι καὶ ἐπιπλέοντες τοτὲ μὲν ταῖς ὁλκάσι τοτὲ δὲ χώραι τινὶ ἢ καὶ πόλει θαλαττοκρατοῦσι. προσλαμβάνουσι δ᾽ ἔσθ᾽ ὅτε καὶ οἱ τὸν Βόσπορον ἔχοντες ὑφόρμους χορηγοῦντες καὶ ἀγορὰν καὶ διάθεσιν τῶν ἁρπαζομένων· ἐπανιόντες δὲ εἰς τὰ οἰκεῖα χωρία͵ ναυλοχεῖν οὐκ ἔχοντες͵ ἀναθέμενοι τοῖς ὤμοις τὰς καμάρας ἀναφέρουσιν ἐπὶ τοὺς δρυμοὺς ἐν οἷσπερ καὶ οἰκοῦσι͵ λυπρὰν ἀροῦντες γῆν· καταφέρουσι δὲ πάλιν ὅταν ἦι καιρὸς τοῦ πλεῖν. τὸ δ᾽ αὐτὸ ποιοῦσι καὶ ἐν τῆι ἀλλο τρίαι γνώριμα ἔχοντες ὑλώδη χωρία͵ ἐν οἷς ἀποκρύψαντες τὰς καμάρας αὐτοὶ πλανῶνται πεζῆι νύκτωρ καὶ μεθ᾽ ἡμέραν ἀνδραποδισμοῦ χάριν. ἃ δ᾽ ἂν λάβωσιν ἐπίλυτρα ποιοῦσι ῥαιδίως μετὰ τοὺς ἀνάπλους μηνύοντες τοῖς ἀπολέσασιν. ἐν μὲν οὖν τοῖς δυναστευομένοις τόποις ἐστί τις βοήθεια ἐκ τῶν ἡγεμόνων τοῖς ἀδικουμένοις· ἀντεπιτίθενται γὰρ πολλάκις καὶ κατάγουσιν αὐτάνδρους τὰς καμάρας· ἡ δ᾽ ὑπὸ Ῥωμαίοις ἀβοηθητοτέρα ἐστὶ διὰ τὴν ὀλιγωρίαν τῶν πεμπομένων. 

2.13

Τοιοῦτος μὲν ὁ τούτων βίος· δυναστεύονται δὲ καὶ οὗτοι ὑπὸ τῶν καλουμένων Σκηπτούχων; καὶ αὐτοὶ δὲ οὗτοι ὑπὸ τυράννοις ἢ βασιλεῦσίν εἰσιν. οἱ γοῦν Ἡνίοχοι τέτταρας εἶχον βασιλέας͵ ἡνίκα Μιθριδάτης ὁ Εὐπάτωρ φεύγων ἐκ τῆς προγονικῆς εἰς Βόσπορον διήιει τὴν χώραν αὐτῶν· καὶ αὕτη μὲν ἦν πορεύσιμος αὐτῶι͵ τῆς δὲ τῶν Ζυγῶν ἀπογνοὺς διά τε δυσχερείας καὶ ἀγριότητας τῆι παραλίαι χαλεπῶς ἤιει͵ τὰ πολλὰ ἐμβαίνων ἐπὶ τὴν θάλατταν͵ ἕως ἐπὶ τὴν τῶν Ἀχαιῶν ἧκε· καὶ προσλαβόντων τούτων ἐξετέλεσε τὴν ὁδὸν τὴν ἐκ Φάσιδος οὐ πολὺ τῶν τετρακισχιλίων λείπουσαν σταδίων. 

2.14

Εὐθὺς δ᾽ οὖν ἀπὸ τῆς Κοροκονδάμης πρὸς ἕω μὲν ὁ πλοῦς ἐστιν. ἐν δὲ σταδίοις ἑκατὸν ὀγδοήκοντα ὁ Σινδικός ἐστι λιμὴν καὶ πόλις͵ εἶτα ἐν τετρακοσίοις τὰ καλούμενα Βατὰ κώμη καὶ λιμήν͵ καθ᾽ ὃ μάλιστα ἀντικεῖσθαι δοκεῖ πρὸς νότον ἡ Σινώπη ταύτηι τῆι παραλίαι͵ καθάπερ ἡ Κάραμβις εἴρηται τοῦ Κριοῦ μετώπωι· ἀπὸ δὲ τῶν Βατῶν ὁ μὲν Ἀρτεμίδωρος τὴν Κερκετῶν λέγει παραλίαν ὑφόρμους ἔχουσαν καὶ κώμας ὅσον ἐπὶ σταδίους ὀκτακοσίους καὶ πεντήκοντα͵ εἶτα τὴν τῶν Ἀχαιῶν σταδίων πεντακοσίων͵ εἶτα τὴν τῶν Ἡνιόχων χιλίων͵ εἶτα τὸν Πιτυοῦντα τὸν μέγαν τριακοσίων ἑξήκοντα μέχρι Διοσκουριάδος· οἱ δὲ τὰ Μιθριδατικὰ συγγράψαντες͵ οἷς μᾶλλον προσεκτέον͵ Ἀχαιοὺς λέγουσι πρώτους͵ εἶτα Ζυγούς͵ εἶτα Ἡνιόχους͵ εἶτα Κερκέτας καὶ Μόσχους καὶ Κόλχους καὶ τοὺς ὑπὲρ τούτων Φθειροφάγους καὶ Σοάνας καὶ ἄλλα μικρὰ ἔθνη τὰ περὶ τὸν Καύκασον. κατ᾽ ἀρχὰς μὲν οὖν ἡ παραλία͵ καθάπερ εἶπον͵ ἐπὶ τὴν ἕω τείνει καὶ βλέπει πρὸς νότον͵ ἀπὸ δὲ τῶν Βατῶν ἐπιστροφὴν λαμβάνει κατὰ μικρόν͵ εἶτ᾽ ἀντιπρόσωπος γίνεται τῆι δύσει καὶ τελευτᾶι πρὸς τὸν Πιτυοῦντα καὶ τὴν Διοσκουριάδα· ταῦτα γὰρ τὰ χωρία τῆς Κολχίδος συνάπτει τῆι λεχθείσηι παραλίαι. μετὰ δὲ τὴν Διοσκουριάδα ἡ λοιπὴ τῆς Κολχίδος ἐστὶ παραλία καὶ ἡ συνεχὴς Τραπεζοῦς καμπὴν ἀξιόλογον ποιήσασα͵ εἶτα εἰς εὐθεῖαν ταθεῖσά πως πλευρὰν τὴν τὰ δεξιὰ τοῦ Πόντου ποιοῦσαν τὰ βλέποντα πρὸς ἄρκτον. ἅπασα δ᾽ ἡ τῶν Ἀχαιῶν καὶ τῶν ἄλλων παραλία μέχρι Διοσκουριάδος καὶ τῶν ἐπ᾽ εὐθείας πρὸς νότον ἐν τῆι μεσογαίαι τόπων ὑποπέπτωκε τῶι Καυκάσωι. 

2.15

Ἔστι δ᾽ ὄρος τοῦτο ὑπερκείμενον τοῦ πελάγους ἑκατέρου τοῦ τε Ποντικοῦ καὶ τοῦ Κασπίου͵ διατειχίζον τὸν ἰσθμὸν τὸν διείργοντα αὐτά. ἀφορίζει δὲ πρὸς νότον μὲν τήν τε Ἀλβανίαν καὶ τὴν Ἰβηρίαν͵ πρὸς ἄρκτον δὲ τὰ τῶν Σαρματῶν πεδία· εὔδενδρον δ᾽ ἐστὶν ὕληι παντοδαπῆι τῆι τε ἄλληι καὶ τῆι ναυπηγησίμωι. φησὶ δ᾽ Ἐρατοσθένης ὑπὸ τῶν ἐπιχωρίων καλεῖσθαι Κάσπιον τὸν Καύκασον͵ ἴσως ἀπὸ τῶν Κασπίων παρονομασθέντα. ἀγκῶνες δέ τινες αὐτοῦ προπίπτουσιν ἐπὶ τὴν μεσημβρίαν͵ οἳ τήν τε Ἰβηρίαν περιλαμβάνουσι μέσην καὶ τοῖς Ἀρμενίων ὄρεσι συνάπτουσι καὶ τοῖς Μοσχικοῖς καλουμένοις͵ ἔτι δὲ τῶι Σκυδίσηι καὶ τῶι Παρυάδρηι· ταῦτα δ᾽ ἐστὶ μέρη τοῦ Ταύρου πάντα τοῦ ποιοῦντος τὸ νότιον τῆς Ἀρμενίας πλευρόν͵ ἀπερρωγότα πως ἐκεῖθεν πρὸς ἄρκτον καὶ προσπίπτοντα μέχρι τοῦ Καυκάσου καὶ τῆς τοῦ Εὐξείνου παραλίας τῆς ἐπὶ Θεμίσκυραν διατεινούσης ἀπὸ τῆς Κολχίδος. 

2.16

Ἡ δ᾽ οὖν Διοσκουριὰς ἐν κόλπωι τοιούτωι κειμένη καὶ τὸ ἑωθινώτατον σημεῖον ἐπέχουσα τοῦ σύμπαντος πελάγους͵ μυχός τε τοῦ Εὐξείνου λέγεται καὶ ἔσχατος πλοῦς· τό τε παροιμιακῶς λεχθὲν οὕτω δεῖ δέξασθαι εἰς Φᾶσιν ἔνθαναυσὶν ἔσχατος δρόμος͵ οὐχ ὡς τὸν ποταμὸν λέγοντος τοῦ ποιήσαντος τὸ ἰαμβεῖον͵ οὐδὲ δὴ ὡς τὴν ὁμώνυμον αὐτῶι πόλιν κειμένην ἐπὶ τῶι ποταμῶι͵ ἀλλ᾽ ὡς τὴν Κολχίδα ἀπὸ μέρους͵ ἐπεὶ ἀπό γε τοῦ ποταμοῦ καὶ τῆς πόλεως οὐκ ἐλάττων ἑξακοσίων σταδίων λείπεται πλοῦς ἐπ᾽ εὐθείας εἰς τὸν μυχόν. ἡ δ᾽ αὐτὴ Διοσκουριάς ἐστι καὶ ἀρχὴ τοῦ ἰσθμοῦ τοῦ μεταξὺ τῆς Κασπίας καὶ τοῦ Πόντου καὶ ἐμπόριον τῶν ὑπερκειμένων καὶ σύνεγγυς ἐθνῶν κοινόν· συνέρχεσθαι γοῦν εἰς αὐτὴν ἑβδομήκοντα͵ οἱ δὲ καὶ τριακόσια ἔθνη φασίν͵ οἷς οὐδὲν τῶν ὄντων μέλει͵ πάντα δὲ ἑτερόγλωττα διὰ τὸ σποράδην καὶ ἀμίκτως οἰκεῖν ὑπὸ αὐθαδείας καὶ ἀγριότητος· Σαρμάται δ᾽ εἰσὶν οἱ πλείους͵ πάντες δὲ Καυκάσιοι. ταῦτα μὲν δὴ τὰ περὶ τὴν Διοσκουριάδα. 

2.17

Καὶ ἡ λοιπὴ δὲ Κολχὶς ἐπὶ τῆι θαλάττηι ἡ πλείων ἐστί· διαρρεῖ δ᾽ αὐτὴν ὁ Φᾶσις͵ μέγας ποταμὸς ἐξ Ἀρμενίας τὰς ἀρχὰς ἔχων͵ δεχόμενος τόν τε Γλαῦκον καὶ τὸν Ἵππον ἐκ τῶν πλησίον ὀρῶν ἐκπίπτοντας· ἀναπλεῖται δὲ μέχρι Σαραπανῶν ἐρύματος δυναμένου δέξασθαι καὶ πόλεως συνοικισμόν͵ ὅθεν πεζεύουσιν ἐπὶ τὸν Κῦρον ἡμέραις τέτταρσι δι᾽ ἁμαξιτοῦ. ἐπίκειται δὲ τῶι Φάσιδι ὁμώνυμος πόλις͵ ἐμπόριον τῶν Κόλχων͵ τῆι μὲν προβεβλημένη τὸν ποταμὸν τῆι δὲ λίμνην τῆι δὲ τὴν θάλατταν. ἐντεῦθεν δὲ πλοῦς ἐπ᾽ Ἀμισοῦ καὶ Σινώπης τριῶν ἡμερῶν ἢ δύο διὰ τὸ τοὺς αἰγιαλοὺς μαλακοὺς εἶναι καὶ τὰς τῶν ποταμῶν ἐκβολάς. ἀγαθὴ δ᾽ ἐστὶν ἡ χώρα καὶ καρποῖς πλὴν τοῦ μέλιτος (πικρίζει γὰρ τὸ πλέον) καὶ τοῖς πρὸς ναυπηγίαν πᾶσιν· ὕλην τε γὰρ καὶ φύει καὶ ποταμοῖς κατακομίζει͵ λίνον τε ποιεῖ πολὺ καὶ κάνναβιν καὶ κηρὸν καὶ πίτταν. ἡ δὲ λινουργία καὶ τεθρύληται· καὶ γὰρ εἰς τοὺς ἔξω τόπους ἐξεκόμιζον͵ καί τινες βουλόμενοι συγγένειάν τινα τοῖς Κόλχοις πρὸς τοὺς Αἰγυπτίους ἐμφανίζειν ἀπὸ τούτων πιστοῦνται. ὑπέρκειται δὲ τῶν λεχθέντων ποταμῶν ἐν τῆι Μοσχικῆι τὸ τῆς Λευκοθέας ἱερὸν Φρίξου ἵδρυμα͵ καὶ μαντεῖον ἐκείνου͵ ὅπου κριὸς οὐ θύεται͵ πλούσιόν ποτε ὑπάρξαν͵ συληθὲν δὲ ὑπὸ Φαρνάκου καθ᾽ ἡμᾶς καὶ μικρὸν ὕστερον ὑπὸ Μιθριδάτου τοῦ Περγαμηνοῦ. κακωθείσης γὰρ χώρας νοσεῖ τὰ τῶν θεῶν οὐδὲ τιμᾶσθαι θέλει͵ φησὶν Εὐριπίδης. 

2.18

Τὸ μὲν γὰρ παλαιὸν ὅσην ἐπιφάνειαν ἔσχεν ἡ χώρα αὕτη δηλοῦσιν οἱ μῦθοι͵ τὴν Ἰάσονος στρατείαν αἰνιττόμενοι προελθόντος μέχρι καὶ Μηδίας͵ ἔτι δὲ πρότερον τὴν Φρίξου. μετὰ δὲ ταῦτα διαδεξάμενοι βασιλεῖς εἰς σκηπτουχίας διηιρημένην ἔχοντες τὴν χώραν μέσως ἔπραττον· αὐξηθέντος δὲ ἐπὶ πολὺ Μιθριδάτου τοῦ Εὐπάτορος͵ εἰς ἐκεῖνον ἡ χώρα περιέστη· ἐπέμπετο δ᾽ ἀεί τις τῶν φίλων ὕπαρχος καὶ διοικητὴς τῆς χώρας. τούτων δὲ ἦν καὶ Μοαφέρνης͵ ὁ τῆς μητρὸς ἡμῶν θεῖος πρὸς πατρός· ἦν δ᾽ ἔνθεν ἡ πλείστη τῶι βασιλεῖ πρὸς τὰς ναυτικὰς δυνάμεις ὑπουργία. καταλυθέντος δὲ Μιθριδάτου συγκατελύθη καὶ ἡ ὑπ᾽ αὐτῶι πᾶσα καὶ διενεμήθη πολλοῖς· ὕστατα δὲ Πολέμων ἔσχε τὴν Κολχίδα͵ κἀκείνου τελευτήσαντος ἡ γυνὴ Πυθοδωρὶς κρατεῖ͵ βασιλεύουσα καὶ Κόλχων καὶ Τραπεζοῦντος καὶ Φαρνακίας καὶ τῶν ὑπερκειμένων βαρβάρων͵ περὶ ὧν ἐροῦμεν ἐν τοῖς ὕστερον. ἡ δ᾽ οὖν Μοσχική͵ ἐν ἧι τὸ ἱερόν͵ τριμερής ἐστι· τὸ μὲν γὰρ ἔχουσιν αὐτῆς Κόλχοι τὸ δὲ Ἴβηρες τὸ δὲ Ἀρμένιοι. ἔστι δὲ καὶ πολίχνιον ἐν τῆι Ἰβηρίαι Φρίξου πόλις ἡ νῦν Ἰδήεσσα͵ εὐερκὲς χωρίον ἐν μεθορίοις τῆς Κολχίδος. ................... 

2.19

Τῶν δὲ συνερχομένων ἐθνῶν εἰς τὴν Διοσκουριάδα καὶ οἱ Φθειροφάγοι εἰσίν͵ ἀπὸ τοῦ αὐχμοῦ καὶ τοῦ πίνου λαβόντες τοὔνομα. πλησίον δὲ καὶ οἱ Σοάνες͵ οὐδὲν βελτίους τούτων τῶι πίνωι δυνάμει δὲ βελτίους͵ σχεδὸν δέ τι καὶ κράτιστοι κατὰ ἀλκὴν καὶ δύναμιν· δυναστεύουσι γοῦν τῶν κύκλωι τὰ ἄκρα τοῦ Καυκάσου κατέχοντες τὰ ὑπὲρ τῆς Διοσκουριάδος· βασιλέα δ᾽ ἔχουσι καὶ συνέδριον ἀνδρῶν τριακοσίων͵ συνάγουσι δ᾽ ὥς φασι στρατιὰν καὶ εἴκοσι μυριάδων· ἅπαν γάρ ἐστι τὸ πλῆθος μάχιμον͵ οὐ συντεταγμένον [δέ]. παρὰ τούτοις δὲ λέγεται καὶ χρυσὸν καταφέρειν τοὺς χειμάρρους͵ ὑποδέχεσθαι δ᾽ αὐτὸν τοὺς βαρβάρους φάτναις κατατετρημέναις καὶ μαλλωταῖς δοραῖς· ἀφ᾽ οὗ δὴ μεμυθεῦσθαι καὶ τὸ χρυσόμαλλον δέρος· εἰ μὴ καὶ Ἴβηρας ὁμωνύμως τοῖς ἑσπερίοις καλοῦσιν ἀπὸ τῶν ἑκατέρωθι χρυσείων. χρῶνται δ᾽ οἱ Σοάνες φαρμάκοις πρὸς τὰς ἀκίδας θαυμαστῶς καὶ τοὺς ἀφαρμάκτοις τετρωμένους βέλεσι λυπεῖ κατὰ τὴν ὀσμήν. τὰ μὲν οὖν ἄλλα ἔθνη τὰ πλησίον τὰ περὶ τὸν Καύκασον λυπρὰ καὶ μικρόχωρα͵ τὸ δὲ τῶν Ἀλβανῶν ἔθνος καὶ τὸ τῶν Ἰβήρων͵ ἃ δὴ πληροῖ μάλιστα τὸν λεχθέντα ἰσθμόν͵ Καυκάσια [μὲν] καὶ αὐτὰ λέγοιτ᾽ ἄν͵ εὐδαίμονα δὲ χώραν ἔχει καὶ σφόδρα καλῶς οἰκεῖσθαι δυναμένην. 


Κεφάλαιο 3

3.1

Καὶ δὴ ἥ γε Ἰβηρία κατοικεῖται καλῶς τὸ πλέον πόλεσί τε καὶ ἐποικίοις͵ ὥστε καὶ κεραμωτὰς εἶναι στέγας καὶ ἀρχιτεκτονικὴν τὴν τῶν οἰκήσεων κατασκευὴν καὶ ἀγορὰς καὶ τἆλλα κοινά. 

3.2

Τῆς δὲ χώρας τὰ μὲν κύκλωι τοῖς Καυκασίοις ὄρεσι περιέχεται· προπεπτώκασι γάρ͵ ὡς εἶπον͵ ἀγκῶνες ἐπὶ τὴν μεσημβρίαν εὔκαρποι͵ περιλαμβάνοντες τὴν σύμπασαν Ἰβηρίαν καὶ συνάπτοντες πρός τε τὴν Ἀρμενίαν καὶ τὴν Κολχίδα· ἐν μέσωι δ᾽ ἐστὶ πεδίον ποταμοῖς διάρρυτον͵ μεγίστωι δὲ τῶι Κύρωι͵ ὃς τὴν ἀρχὴν ἔχων ἀπὸ τῆς Ἀρμενίας͵ εἰσβαλὼν εὐθὺς εἰς τὸ πεδίον τὸ λεχθέν͵ παραλαβὼν καὶ τὸν Ἄραγον ἐκ τοῦ Καυκάσου ῥέοντα καὶ ἄλλα ὕδατα διὰ στενῆς ποταμίας εἰς τὴν Ἀλβανίαν ἐκπίπτει· μεταξὺ δὲ ταύτης τε καὶ τῆς Ἀρμενίας ἐνεχθεὶς πολὺς διὰ πεδίων εὐβοτουμένων σφόδρα͵ δεξάμενος καὶ [ἄλλους] πλείους ποταμούς͵ ὧν ἐστιν ὅ τε Ἀλαζόνιος καὶ ὁ Σανδοβάνης καὶ ὁ Ῥοιτάκης καὶ Χάνης πλωτοὶ πάντες εἰς τὴν Κασπίαν ἐμβάλλει θάλατταν. ἐκαλεῖτο δὲ πρότερον Κόρος. 

3.3

Τὸ μὲν οὖν πεδίον τῶν Ἰβήρων οἱ γεωργικώτεροι καὶ πρὸς εἰρήνην νενευκότες οἰκοῦσιν ἀρμενιστί τε καὶ μηδιστὶ ἐσκευασμένοι͵ τὴν δ᾽ ὀρεινὴν οἱ πλείους καὶ μάχιμοι κατέχουσι Σκυθῶν δίκην ζῶντες καὶ Σαρματῶν͵ ὧνπερ καὶ ὅμοροι καὶ συγγενεῖς εἰσιν· ἅπτονται δ᾽ ὅμως καὶ γεωργίας͵ πολλάς τε μυριάδας συνάγουσιν καὶ ἐξ ἑαυτῶν καὶ ἐξ ἐκείνων͵ ἐπειδάν τι συμπέσηι θορυβῶδες. 

3.4

Τέτταρες δ᾽ εἰσὶν εἰς τὴν χώραν εἰσβολαί· μία μὲν διὰ Σαραπανῶν φρουρίου Κολχικοῦ καὶ τῶν κατ᾽ αὐτὸ στενῶν͵ δι᾽ ὧν ὁ Φᾶσις γεφύραις ἑκατὸν καὶ εἴκοσι περατὸς γινόμενος διὰ τὴν σκολιότητα καταρρεῖ τραχὺς καὶ βίαιος εἰς τὴν Κολχίδα͵ πολλοῖς χειμάρροις κατὰ τὰς ἐπομβρίας ἐκχαραδρουμένων τῶν τόπων. γεννᾶται δ᾽ ἐκ τῶν ὑπερκειμένων ὀρῶν πολλαῖς συμπληρούμενος πηγαῖς͵ ἐν δὲ τοῖς πεδίοις καὶ ἄλλους προσλαμβάνει ποταμούς͵ ὧν ἐστιν ὅ τε Γλαῦκος καὶ ὁ Ἵππος· πληρωθεὶς δὲ καὶ γενόμενος πλωτὸς ἐξίησιν εἰς τὸν Πόντον καὶ ἔχει πόλιν ὁμώνυμον ἐφ᾽ αὑτῶι καὶ λίμνην πλησίον. ἡ μὲν οὖν ἐκ τῆς Κολχίδος εἰς τὴν Ἰβηρίαν ἐμβολὴ τοιαύτη͵ πέτραις καὶ ἐρύμασι καὶ ποταμοῖς χαραδρώδεσι διακεκλεισμένη. 

3.5

Ἐκ δὲ τῶν πρὸς ἄρκτον νομάδων ἐπὶ τρεῖς ἡμέρας ἀνάβασις χαλεπή͵ καὶ μετὰ ταύτην ποταμία στενὴ ἐπὶ τοῦ Ἀράγου ποταμοῦ τεττάρων ἡμερῶν ὁδὸν ἔχουσα ἐφ᾽ ἕνα͵ φρουρεῖ δὲ τὸ πέρας τῆς ὁδοῦ τεῖχος δύσμαχον· ἀπὸ δὲ τῆς Ἀλβανίας διὰ πέτρας πρῶτον λατομητὴ εἴσοδος͵ εἶτα διὰ τέλματος ὃ ποιεῖ ὁ ποταμὸς [Ἀλαζόνιος] ἐκ τοῦ Καυκάσου καταπίπτων. ἀπὸ δὲ τῆς Ἀρμενίας τὰ ἐπὶ τῶι Κύρωι στενὰ καὶ τὰ ἐπὶ τῶι Ἀράγωι· πρὶν γὰρ εἰς ἀλλήλους συμπεσεῖν͵ ἔχουσιν ἐπικειμένας πόλεις ἐρυμνὰς ἐπὶ πέτραις διεχούσαις ἀλλήλων ὅσον ἑκκαίδεκα σταδίους͵ ἐπὶ μὲν τῶι Κύρωι τὴν Ἁρμοζικὴν ἐπὶ δὲ θατέρωι Σευσάμορα. ταύταις δὲ ἐχρήσατο ταῖς εἰσβολαῖς πρότερον Πομπήιος ἐκ τῶν Ἀρμενίων ὁρμηθείς͵ καὶ μετὰ ταῦτα Κανίδιος. 

3.6

Τέτταρα δὲ καὶ γένη τῶν ἀνθρώπων οἰκεῖ τὴν χώραν· ἓν μὲν καὶ πρῶτον ἐξ οὗ τοὺς βασιλέας καθιστᾶσι κατ᾽ ἀγχιστείαν τε καὶ ἡλικίαν τὸν πρεσβύτατον͵ ὁ δὲ δεύτερος δικαιοδοτεῖ καὶ στρατηλατεῖ. δεύτερον δὲ τὸ τῶν ἱερέων οἳ ἐπιμελοῦνται καὶ τῶν πρὸς τοὺς ὁμόρους δικαίων. τρίτον δὲ τὸ τῶν στρατευομένων καὶ γεωργούντων. τέταρτον δὲ τὸ τῶν λαῶν͵ οἳ βασιλικοὶ δοῦλοί εἰσι καὶ πάντα διακονοῦνται τὰ πρὸς τὸν βίον. κοιναὶ δ᾽ εἰσὶν αὐτοῖς αἱ κτήσεις κατὰ συγγένειαν͵ ἄρχει δὲ καὶ ταμιεύει ἑκάστην ὁ πρεσβύτατος. τοιοῦτοι μὲν οἱ Ἴβηρες καὶ ἡ χώρα αὐτῶν. 


Κεφάλαιο 4

4.1

Ἀλβανοὶ δὲ ποιμενικώτεροι καὶ τοῦ νομαδικοῦ γένους ἐγγυτέρω͵ πλὴν ἀλλ᾽ οὐκ ἄγριοι· ταύτηι δὲ καὶ πολεμικοὶ μετρίως. οἰκοῦσι δὲ μεταξὺ τῶν Ἰβήρων καὶ τῆς Κασπίας θαλάττης͵ πρὸς ἕω μὲν ἁπτόμενοι τῆς θαλάττης͵ πρὸς δύσιν δὲ ὁμοροῦντες τοῖς Ἴβηρσι· τῶν δὲ λοιπῶν πλευρῶν τὸ μὲν βόρειον φρουρεῖται τοῖς Καυκασίοις ὄρεσι (ταῦτα γὰρ ὑπέρκειται τῶν πεδίων͵ καλεῖται δὲ τὰ πρὸς τῆι θαλάττηι μάλιστα Κεραύνια)͵ τὸ δὲ νότιον ποιεῖ ἡ Ἀρμενία παρήκουσα͵ πολλὴ μὲν πεδιὰς πολλὴ δὲ καὶ ὀρεινή͵ καθάπερ ἡ Καμβυσηνή͵ καθ᾽ ἣν ἅμα καὶ τοῖς Ἴβηρσι καὶ τοῖς Ἀλβανοῖς οἱ Ἀρμένιοι συνάπτουσιν. 

4.2

Ὁ δὲ Κῦρος ὁ διαρρέων τὴν Ἀλβανίαν καὶ οἱ ἄλλοι ποταμοὶ οἱ πληροῦντες ἐκεῖνον ταῖς μὲν τῆς γῆς ἀρεταῖς προσλαμβάνουσι͵ τὴν δὲ θάλατταν ἀλλοτριοῦσιν. ἡ γὰρ χοῦς προσπίπτουσα πολλὴ πληροῖ τὸν πόρον͵ ὥστε καὶ τὰς ἐπικειμένας νησῖδας ἐξηπειροῦσθαι καὶ τενάγη ποιεῖν ἀνώμαλα καὶ δυσφύλακτα· τὴν δ᾽ ἀνωμαλίαν ἐπιτείνουσιν αἱ ἐκ τῶν πλημμυρίδων ἀνακοπαί. καὶ δὴ καὶ εἰς στόματα δώδεκά φασι μεμερίσθαι τὰς ἐκβολάς͵ τὰ μὲν τυφλὰ τὰ δὲ παντελῶς ἐπιγελῶντα καὶ μηδὲ ὕφορμον ἀπολείποντα· ἐπὶ πλείους γοῦν ἢ ἑξήκοντα σταδίους ἀμφικλύστου τῆς ἠιόνος οὔσης τῆι θαλάττηι καὶ τοῖς ποταμοῖς͵ ἅπαν εἶναι μέρος αὐτῆς ἀπροσπέλαστον͵ τὴν δὲ χοῦν καὶ μέχρι πεντακοσίων παρήκειν σταδίων θινώδη ποιοῦσαν τὸν αἰγιαλόν. πλησίον δὲ καὶ ὁ Ἀράξης ἐμβάλλει τραχὺς ἐκ τῆς Ἀρμενίας ἐκπίπτων· ἣν δὲ ἐκεῖνος προωθεῖ χοῦν πορευτὸν ποιῶν τὸ ῥεῖθρον͵ ταύτην ὁ Κῦρος ἀναπληροῖ. 

4.3

Τάχα μὲν οὖν τῶι τοιούτωι γένει τῶν ἀνθρώπων οὐδὲν δεῖ θαλάττης· οὐδὲ γὰρ τῆι γῆι χρῶνται κατ᾽ ἀξίαν͵ πάντα μὲν ἐκφερούσηι καρπὸν καὶ τὸν ἡμερώτατον͵ πᾶν δὲ φυτόν· καὶ γὰρ τὰ ἀειθαλῆ φέρει· τυγχάνει δ᾽ ἐπιμελείας οὐδὲ μικρᾶς ἀλλὰ τάγ᾽ ἄσπαρτα καὶ ἀνήροτα πάντα φύονται͵ καθάπερ οἱ στρατεύσαντές φασι͵ Κυκλώπειόν τινα διηγούμενοι βίον· πολλαχοῦ γὰρ σπαρεῖσαν ἅπαξ δὶς ἐκφέρειν καρπὸν ἢ καὶ τρίς͵ τὸν δὲ πρῶτον καὶ πεντηκοντάχουν͵ ἀνέαστον καὶ ταῦτα οὐδὲ σιδήρωι τμηθεῖσαν ἀλλ᾽ αὐτοξύλωι ἀρότρωι. ποτίζεται δὲ πᾶν τὸ πεδίον τοῦ Βαβυλωνίου καὶ τοῦ Αἰγυπτίου μᾶλλον τοῖς ποταμοῖς καὶ τοῖς ἄλλοις ὕδασιν ὥστ᾽ ἀεὶ ποώδη φυλάττειν τὴν ὄψιν· διὰ δὲ τοῦτο καὶ εὔβοτόν ἐστι· πρόσεστι δὲ καὶ τὸ εὐάερον ἐκείνων μᾶλλον. ἄσκαφοι δ᾽ αἱ ἄμπελοι μένουσαι διὰ τέλους͵ τεμνόμεναι δὲ διὰ πενταετηρίδος͵ νέαι μὲν διετεῖς ἐκ φέρουσιν ἤδη καρπόν͵ τέλειαι δ᾽ ἀποδιδόασι τοσοῦτον ὥστ᾽ ἀφιᾶσιν ἐν τοῖς κλήμασι πολὺ μέρος. εὐερνῆ δ᾽ ἐστὶ καὶ τὰ βοσκήματα παρ᾽ αὐτοῖς τά τε ἥμερα καὶ τὰ ἄγρια. 

4.4

Καὶ οἱ ἄνθρωποι κάλλει καὶ μεγέθει διαφέροντες͵ ἁπλοῖ δὲ καὶ οὐ καπηλικοί· οὐδὲ γὰρ νομίσματι τὰ πολλὰ χρῶνται͵ οὐδὲ ἀριθμὸν ἴσασι μείζω τῶν ἑκατόν͵ ἀλλὰ φορτίοις τὰς ἀμοιβὰς ποιοῦνται· καὶ πρὸς τἆλλα δὲ τὰ τοῦ βίου ῥαιθύμως ἔχουσιν. ἄπειροι δ᾽ εἰσὶ καὶ μέτρων τῶν ἐπ᾽ ἀκριβὲς καὶ σταθμῶν͵ καὶ πολέμου δὲ καὶ πολιτείας καὶ γεωργίας ἀπρονοήτως ἔχουσιν· ὅμως δὲ καὶ πεζοὶ καὶ ἀφ᾽ ἵππων ἀγωνίζονται͵ ψιλοί τε καὶ κατάφρακτοι͵ καθάπερ Ἀρμένιοι. στέλλουσι δὲ μείζω τῆς Ἰβήρων στρατιάν. ὁπλίζουσι γὰρ καὶ ἓξ μυριάδας πεζῶν͵ ἱππέας δὲ μυρίους καὶ δισχιλίους͵ ὅσοις πρὸς Πομπήιον διεκινδύνευσαν. 

4.5

Καὶ τούτοις δὲ συμπολεμοῦσιν οἱ νομάδες πρὸς τοὺς ἔξωθεν͵ ὥσπερ τοῖς Ἴβηρσι͵ κατὰ τὰς αὐτὰς αἰτίας. ἄλλως δ᾽ ἐπιχειροῦσι τοῖς ἀνθρώποις πολλάκις ὥστε καὶ γεωργεῖν κωλύουσιν. ἀκοντισταὶ δέ εἰσι καὶ τοξόται͵ θώρακας ἔχοντες καὶ θυρεούς͵ περίκρανα δὲ θήρεια παραπλησίως τοῖς Ἴβηρσιν. Ἔστι δὲ τῆς Ἀλβανῶν χώρας καὶ ἡ Κασπιανή͵ τοῦ Κασπίου ἔθνους ἐπώνυμος͵ οὗπερ καὶ ἡ θάλαττα͵ ἀφανοῦς ὄντος νυνί. ἡ δ᾽ ἐκ τῆς Ἰβηρίας εἰς τὴν Ἀλβανίαν εἰσβολὴ διὰ τῆς Καμβυσηνῆς ἀνύδρου τε καὶ τραχείας ἐπὶ τὸν Ἀλαζόνιον ποταμόν. Θηρευτικοὶ δὲ καὶ αὐτοὶ καὶ οἱ κύνες αὐτῶν εἰς ὑπερβολήν͵ οὐ τέχνηι μᾶλλον ἢ σπουδῆι τῆι περὶ τοῦτο.

4.6

Διαφέρουσι δὲ καὶ οἱ βασιλεῖς· νυνὶ μὲν οὖν εἷς ἁπάντων ἄρχει͵ πρότερον δὲ καὶ καθ᾽ ἑκάστην γλῶτταν ἰδίαι ἐβασιλεύοντο ἕκαστοι. γλῶτται δ᾽ εἰσὶν ἓξ καὶ εἴκοσιν αὐτοῖς διὰ τὸ μὴ εὐεπίμικτον πρὸς ἀλλήλους. Φέρει δ᾽ ἡ γῆ καὶ τῶν ἑρπετῶν ἔνια τῶν θανασίμων καὶ σκορπίους καὶ φαλάγγια· τῶν δὲ φαλαγγίων τὰ μὲν ποιεῖ γελῶντας ἀποθνήσκειν͵ τὰ δὲ κλαίοντας πόθωι τῶν οἰκείων. 

4.7

Θεοὺς δὲ τιμῶσιν ἥλιον καὶ δία καὶ σελήνην͵ διαφερόντως δὲ τὴν σελήνην. ἔστι δ᾽ αὐτῆς τὸ ἱερὸν τῆς Ἰβηρίας πλησίον· ἱερᾶται δ᾽ ἀνὴρ ἐντιμότατος μετά γε τὸν βασιλέα͵ προεστὼς τῆς ἱερᾶς χώρας͵ πολλῆς καὶ εὐάνδρου͵ καὶ αὐτῆς καὶ τῶν ἱεροδούλων͵ ὧν ἐνθουσιῶσι πολλοὶ καὶ προφητεύουσιν· ὃς δ᾽ ἂν αὐτῶν ἐπὶ πλέον κατάσχετος γενόμενος πλανᾶται κατὰ τὰς ὕλας μόνος͵ τοῦτον συλλαβὼν ὁ ἱερεὺς ἁλύσει δήσας ἱερᾶι τρέφει πολυτελῶς τὸν ἐνιαυτὸν ἐκεῖνον͵ ἔπειτα προαχθεὶς εἰς τὴν θυσίαν τῆς θεοῦ͵ σὺν ἄλλοις ἱερείοις θύεται μυρισθείς. τῆς δὲ θυσίας ὁ τρόπος οὗτος· ἔχων τις ἱερὰν λόγχην ἧιπέρ ἐστι νόμος ἀνθρωποθυτεῖν͵ παρελθὼν ἐκ τοῦ πλήθους παίει διὰ τῆς πλευρᾶς εἰς τὴν καρδίαν͵ οὐκ ἄπειρος τοιούτου· πεσόντος δὲ σημειοῦνται μαντεῖά τινα ἐκ τοῦ πτώματος καὶ εἰς τὸ κοινὸν ἀποφαίνουσι͵ κομισθέντος δὲ τοῦ σώματος εἴς τι χωρίον ἐπιβαίνουσιν ἅπαντες καθαρσίωι χρώμενοι. 

4.8

Ὑπερβαλλόντως δὲ τὸ γῆρας τιμῶσιν Ἀλβανοὶ καὶ τὸ τῶν ἄλλων͵ οὐ τῶν γονέων μόνον· τεθνηκότων δὲ οὐχ ὅσιον φροντίζειν οὐδὲ μεμνῆσθαι. συγκατορύττουσι μέντοι τὰ χρήματα αὐτοῖς͵ καὶ διὰ τοῦτο πένητες ζῶσιν οὐδὲν πατρῶιον ἔχοντες. ταῦτα μὲν περὶ Ἀλβανῶν. Λέγεται δ᾽ Ἰάσονα μετὰ Ἀρμένου τοῦ Θετταλοῦ κατὰ τὸν πλοῦν τὸν ἐπὶ τοὺς Κόλχους ὁρμῆσαι μέχρι τῆς Κασπίας θαλάττης͵ καὶ τήν τε Ἰβηρίαν καὶ τὴν Ἀλβανίαν ἐπελθεῖν καὶ πολλὰ τῆς Ἀρμενίας καὶ τῆς Μηδίας͵ ὡς μαρτυρεῖ τά τε Ἰασόνια καὶ ἄλλα ὑπομνήματα πλείω. τὸν δὲ Ἄρμενον εἶναι ἐξ Ἀρμενίου πόλεως τῶν περὶ τὴν Βοιβηίδα λίμνην μεταξὺ Φερῶν καὶ Λαρίσης͵ τοὺς σὺν αὐτῶι τε οἰκίσαι τήν τε Ἀκιλισηνὴν καὶ τὴν Συσπιρῖτιν ἕως Καλαχανῆς καὶ Ἀδιαβηνῆς͵ καὶ δὴ καὶ τὴν Ἀρμενίαν ἐπώνυμον καταλιπεῖν. 


Κεφάλαιο 5

5.1

Ἐν δὲ τοῖς ὑπὲρ τῆς Ἀλβανίας ὄρεσι καὶ τὰς Ἀμαζόνας οἰκεῖν φασι. Θεοφάνης μὲν οὖν ὁ συστρατεύσας τῶι Πομπηίωι καὶ γενόμενος ἐν τοῖς Ἀλβανοῖς͵ μεταξὺ τῶν Ἀμαζόνων καὶ τῶν Ἀλβανῶν φησι Γήλας οἰκεῖν καὶ Λήγας Σκύθας͵ καὶ ῥεῖν ἐνταῦθα τὸν Μερμάδαλιν ποταμὸν τούτων τε καὶ τῶν Ἀμαζόνων ἀνὰ μέσον. ἄλλοι δέ͵ ὧν καὶ ὁ Σκήψιος Μητρόδωρος καὶ Ὑψικράτης͵ οὐδὲ αὐτοὶ ἄπειροι τῶν τόπων γεγονόνες͵ Γαργαρεῦσιν ὁμόρους αὐτὰς οἰκεῖν φασιν ἐν ταῖς ὑπωρείαις ταῖς πρὸς ἄρκτον τῶν Καυκασίων ὀρῶν ἃ καλεῖται Κεραύνια͵ τὸν μὲν ἄλλον χρόνον καθ᾽ αὑτάς͵ αὐτουργούσας ἕκαστα τά τε πρὸς ἄροτον καὶ φυτουργίαν καὶ τὰ πρὸς τὰς νομὰς καὶ μάλιστα τῶν ἵππων͵ τὰς δ᾽ ἀλκιμωτάτας κυνηγεσίαις πλεονάζειν καὶ τὰ πολέμια ἀσκεῖν· ἁπάσας δ᾽ ἐπικεκαῦσθαι τὸν δεξιὸν μαστὸν ἐκ νηπίων͵ ὥστε εὐπετῶς χρῆσθαι τῶι βραχίονι πρὸς ἑκάστην χρείαν͵ ἐν δὲ τοῖς πρώτοις πρὸς ἀκοντισμόν· χρῆσθαι δὲ καὶ τόξωι καὶ σαγάρει καὶ πέλτηι͵ δορὰς δὲ θηρίων ποιεῖσθαι περίκρανά τε καὶ σκεπάσματα καὶ διαζώματα· δύο δὲ μῆνας ἐξαιρέτους ἔχειν τοῦ ἔαρος͵ καθ᾽ οὓς ἀνα βαίνουσιν εἰς τὸ πλησίον ὄρος τὸ διορίζον αὐτάς τε καὶ τοὺς Γαργαρέας. ἀναβαίνουσι δὲ κἀκεῖνοι κατὰ ἔθος τι παλαιόν͵ συνθύσοντές τε καὶ συνεσόμενοι ταῖς γυναιξὶ τεκνοποιίας χάριν ἀφανῶς τε καὶ ἐν σκότει͵ ὁ τυχὼν τῆι τυχούσηι͵ ἐγκύμονας δὲ ποιήσαντες ἀποπέμπουσιν· αἱ δ᾽ ὅ τι μὲν ἂν θῆλυ τέκωσι κατέχουσιν αὐταί͵ τὰ δ᾽ ἄρρενα κομίζουσιν ἐκείνοις ἐκτρέφειν· ὠικείωται δ᾽ ἕκαστος πρὸς ἕκαστον νομίζων υἱὸν διὰ τὴν ἄγνοιαν. 

5.2

Ὁ δὲ Μερμόδας καταράττων ἀπὸ τῶν ὀρῶν διὰ τῆς τῶν Ἀμαζόνων καὶ τῆς Σιρακηνῆς καὶ ὅση μεταξὺ ἔρημος͵ εἰς τὴν Μαιῶτιν ἐκδίδωσι. τοὺς δὲ Γαργαρέας συναναβῆναι μὲν ἐκ Θεμισκύρας φασὶ ταῖς Ἀμαζόσιν εἰς τούσδε τοὺς τόπους͵ εἶτ᾽ ἀποστάντας αὐτῶν πολεμεῖν μετὰ Θραικῶν καὶ Εὐβοέων τινῶν πλανηθέντων μέχρι δεῦρο πρὸς αὐτάς͵ ὕστερον δὲ καταλυσαμένους τὸν πρὸς αὐτὰς πόλεμον ἐπὶ τοῖς λεχθεῖσι ποιήσασθαι συμβάσεις͵ ὥστε τέκνων συγκοινωνεῖν μόνον͵ ζῆν δὲ καθ᾽ αὑτοὺς ἑκατέρους.

5.3

Ἴδιον δέ τι συμβέβηκε τῶι λόγωι [τῶι] περὶ τῶν Ἀμαζόνων· οἱ μὲν γὰρ ἄλλοι τὸ μυθῶδες καὶ τὸ ἱστορικὸν διωρισμένον ἔχουσι· τὰ γὰρ παλαιὰ καὶ ψευδῆ καὶ τερατώδη μῦθοι καλοῦνται͵ ἡ δ᾽ ἱστορία βούλεται τἀληθές͵ ἄν τε παλαιὸν ἄν τε νέον͵ καὶ τὸ τερατῶδες ἢ οὐκ ἔχει ἢ σπάνιον· περὶ δὲ τῶν Ἀμαζόνων τὰ αὐτὰ λέγεται καὶ νῦν καὶ πάλαι͵ τερατώδη τε ὄντα καὶ πίστεως πόρρω. τίς γὰρ ἂν πιστεύσειεν͵ ὡς γυναικῶν στρατὸς ἢ πόλις ἢ ἔθνος συσταίη ἄν ποτε χωρὶς ἀνδρῶν; καὶ οὐ μόνον γε συσταίη͵ ἀλλὰ καὶ ἐφόδους ποιήσαιτο ἐπὶ τὴν ἀλλοτρίαν καὶ κρατήσειεν οὐ τῶν ἐγγὺς μόνον ὥστε καὶ μέχρι τῆς νῦν Ἰωνίας προελθεῖν͵ ἀλλὰ καὶ διαπόντιον στείλαιτο στρατείαν μέχρι τῆς Ἀττικῆς; τοῦτο γὰρ ὅμοιον ὡς ἂν εἴ τις λέγοι͵ τοὺς μὲν ἄνδρας γυναῖκας γεγονέναι τοὺς τότε τὰς δὲ γυναῖκας ἄνδρας. ἀλλὰ μὴν ταῦτά γε αὐτὰ καὶ νῦν λέγεται περὶ αὐτῶν. 

5.4

Ἐπιτείνει δὲ τὴν ἰδιότητα καὶ τὸ πιστεύεσθαι τὰ παλαιὰ μᾶλλον ἢ τὰ νῦν· κτίσεις γοῦν πόλεων καὶ ἐπωνυμίαι λέγονται͵ καθάπερ Ἐφέσου καὶ Σμύρνης καὶ Κύμης καὶ Μυρίνης͵ καὶ τάφοι καὶ ἄλλα ὑπομνήματα· τὴν δὲ Θεμίσκυραν καὶ τὰ περὶ τὸν Θερμώδοντα πεδία καὶ τὰ ὑπερκείμενα ὄρη ἅπαντες Ἀμαζόνων καλοῦσι͵ καί φασιν ἐξελαθῆναι αὐτὰς ἐνθένδε. ὅπου δὲ νῦν εἰσίν͵ ὀλίγοι τε καὶ ἀναποδείκτως καὶ ἀπίστως ἀποφαίνονται· καθάπερ καὶ περὶ Θαληστρίας͵ ἣν Ἀλεξάνδρωι συμμῖξαί φασιν ἐν τῆι Ὑρκανίαι καὶ συγγενέσθαι τεκνοποιίας χάριν͵ δυναστεύουσαν τῶν Ἀμαζόνων· οὐ γὰρ ὁμολογεῖται τοῦτο· ἀλλὰ τῶν συγγραφέων τοσούτων ὄν των οἱ μάλιστα τῆς ἀληθείας φροντίσαντες οὐκ εἰρήκασιν͵ οὐδ᾽ οἱ πιστευόμενοι μάλιστα οὐδενὸς μέμνηνται τοιούτου͵ οὐδ᾽ οἱ εἰπόντες τὰ αὐτὰ εἰρήκασι· Κλείταρχος δέ φησι τὴν Θαληστρίαν ἀπὸ Κασπίων πυλῶν καὶ Θερμώδοντος ὁρμηθεῖσαν ἐλθεῖν πρὸς Ἀλέξανδρον· εἰσὶ δ᾽ ἀπὸ Κασπίας εἰς Θερμώδοντα στάδιοι πλείους ἑξακισχιλίων. 

5.5

Καὶ τὰ πρὸς τὸ ἔνδοξον θρυληθέντα οὐκ ἀνωμολόγηται παρὰ πάντων͵ οἱ δὲ πλάσαντες ἦσαν οἱ κολακείας μᾶλλον ἢ ἀληθείας φροντίζοντες· οἷον τὸ τὸν Καύκασον μετενεγκεῖν εἰς τὰ Ἰνδικὰ ὄρη καὶ τὴν πλησιάζουσαν ἐκείνοις ἑώιαν θάλατταν ἀπὸ τῶν ὑπερκειμένων τῆς Κολχίδος καὶ τοῦ Εὐξείνου ὀρῶν· ταῦτα γὰρ οἱ Ἕλληνες καὶ Καύκασον ὠνόμαζον͵ διέχοντα τῆς Ἰνδικῆς πλείους ἢ τρισμυρίους σταδίους͵ καὶ ἐνταῦθα ἐμύθευσαν τὰ περὶ Προμηθέα καὶ τὸν δεσμὸν αὐτοῦ· ταῦτα γὰρ τὰ ὕστατα πρὸς ἕω ἐγνώριζον οἱ τότε. ἡ δὲ ἐπὶ Ἰνδοὺς στρατεία Διονύσου καὶ Ἡρακλέους ὑστερογενῆ τὴν μυθοποιίαν ἐμφαίνει͵ ἅτε τοῦ Ἡρακλέους καὶ τὸν Προμηθέα λῦσαι λεγομένου χιλιάσιν ἐτῶν ὕστερον. καὶ ἦν μὲν ἐνδοξότερον τὸ τὸν Ἀλέξανδρον μέχρι τῶν Ἰνδικῶν ὀρῶν καταστρέψασθαι τὴν Ἀσίαν ἢ μέχρι τοῦ μυχοῦ τοῦ Εὐξείνου καὶ τοῦ Καυκάσου· ἀλλ᾽ ἡ δόξα τοῦ ὄρους καὶ τοὔνομα καὶ τὸ τοὺς περὶ Ἰάσονα δοκεῖν μακροτάτην στρατείαν τελέσαι τὴν μέχρι τῶν πλησίον Καυκάσου καὶ τὸ τὸν Προμηθέα παραδεδόσθαι δεδεμένον ἐπὶ τοῖς ἐσχάτοις τῆς γῆς ἐν τῶι Καυκάσωι ... χαριεῖσθαί τι τῶι βασιλεῖ ὑπέλαβον τοὔνομα τοῦ ὄρους μετενέγκαντες εἰς τὴν Ἰνδικήν. 

5.6

Τὰ μὲν οὖν ὑψηλότατα τοῦ ὄντως Καυκάσου τὰ νοτιώτατά ἐστι τὰ πρὸς Ἀλβανίαι καὶ Ἰβηρίαι καὶ Κόλχοις καὶ Ἡνιόχοις· οἰκοῦσι δὲ οὓς εἶπον τοὺς συνερχομένους εἰς τὴν Διοσκουριάδα· συνέρχονται δὲ τὸ πλεῖστον ἁλῶν χάριν. τούτων δ᾽ οἱ μὲν τὰς ἀκρωρείας κατέχουσιν͵ οἱ δὲ ἐν νάπαις αὐλίζονται καὶ ζῶσιν ἀπὸ θηρείων σαρκῶν τὸ πλέον καὶ καρπῶν ἀγρίων καὶ γάλακτος. αἱ δὲ κορυφαὶ χειμῶνος μὲν ἄβατοι͵ θέρους δὲ προσβαίνουσιν ὑποδούμενοι κεντρωτὰ ὠμοβόινα δίκην τυμπάνων πλατεῖα διὰ τὰς χιόνας καὶ τοὺς κρυστάλλους. καταβαίνουσι δ᾽ ἐπὶ δορᾶς κείμενοι σὺν τοῖς φορτίοις καὶ κατολισθαίνοντες͵ ὅπερ καὶ κατὰ τὴν Ἀτροπατίαν Μηδίαν καὶ κατὰ τὸ Μάσιον ὄρος τὸ ἐν Ἀρμενίαι συμβαίνει· ἐνταῦθα δὲ καὶ τροχίσκοι ξύλινοι κεντρωτοὶ τοῖς πέλμασιν ὑποτίθενται. τοῦ γοῦν Καυκάσου τὰ μὲν ἄκρα τοιαῦτα. καταβαίνοντι δ᾽ εἰς τὰς ὑπωρείας ἀρκτικώτερα μέν ἐστι τὰ κλίματα͵ ἡμερώτερα δέ· ἤδη γὰρ συνάπτει τοῖς πεδίοις τῶν Σιράκων. 

5.7

Εἰσὶ δὲ καὶ τρωγλοδύται τινὲς ἐν φωλεοῖς οἰκοῦντες διὰ τὰ ψύχη͵ παρ᾽ οἷς ἤδη καὶ ἀλφίτων ἐστὶν εὐπορία· μετὰ δὲ τοὺς τρωγλοδύτας καὶ χαμαικοῖται καὶ πολυ φάγοι τινὲς καλούμενοι καὶ αἱ τῶν Εἰσαδίκων κῶμαι͵ δυναμένων γεωργεῖν διὰ τὸ μὴ παντελῶς ὑποπεπτω κέναι ταῖς ἄρκτοις. 

5.8

Οἱ δ᾽ ἐφεξῆς ἤδη νομάδες οἱ μεταξὺ τῆς Μαιώτιδος καὶ τῆς Κασπίας Ναβιανοὶ καὶ Πανξανοὶ καὶ ἤδη τὰ τῶν Σιράκων καὶ Ἀόρσων φῦλα. δοκοῦσι δ᾽ οἱ Ἄορσοι καὶ οἱ Σίρακες φυγάδες εἶναι τῶν ἀνωτέρω ... καὶ προσάρκτιοι μᾶλλον Ἀόρσων. Ἀβέακος μὲν οὖν ὁ τῶν Σιράκων βασιλεύς͵ ἡνίκα Φαρνάκης τὸν Βόσπορον εἶχε͵ δύο μυριάδας ἱππέων ἔστελλε͵ Σπαδίνης δ᾽ ὁ τῶν Ἀόρσων καὶ εἴκοσιν͵ οἱ δὲ ἄνω Ἄορσοι καὶ πλείονας· καὶ γὰρ ἐπεκράτουν πλείονος γῆς καὶ σχεδόν τι τῆς Κασπίων παραλίας τῆς πλείστης ἦρχον͵ ὥστε καὶ ἐνεπορεύοντο καμήλοις τὸν Ἰνδικὸν φόρτον καὶ τὸν Βαβυλώνιον παρά τε Ἀρμενίων καὶ Μήδων διαδεχόμενοι· ἐχρυσοφόρουν δὲ διὰ τὴν εὐπορίαν. οἱ μὲν οὖν Ἄορσοι τὸν Τάναϊν παροικοῦσιν͵ οἱ Σίρακες δὲ τὸν Ἀχαρδέον͵ ὃς ἐκ τοῦ Καυκάσου ῥέων ἐκδίδωσιν εἰς τὴν Μαιῶτιν. 


Κεφάλαιο 6

6.1

Ἡ δὲ δευτέρα μερὶς ἄρχεται μὲν ἀπὸ τῆς Κασπίας θαλάττης͵ εἰς ἣν κατέπαυεν ἡ προτέρα· καλεῖται δ᾽ ἡ αὐτὴ θάλαττα καὶ Ὑρκανία. δεῖ δὲ περὶ τῆς θαλάττης εἰπεῖν πρότερον ταύτης καὶ τῶν προσοίκων ἐθνῶν. ἔστι δ᾽ ὁ κόλπος ἀνέχων ἐκ τοῦ ὠκεανοῦ πρὸς μεσημβρίαν κατ᾽ ἀρχὰς μὲν ἱκανῶς στενός͵ ἐνδοτέρω δὲ πλατύνεται προϊών͵ καὶ μάλιστα κατὰ τὸν μυχὸν ἐπὶ σταδίους που καὶ πεντακισχιλίους· ὁ δ᾽ εἴσπλους μέχρι τοῦ μυχοῦ μικρῶι πλειόνων ἂν εἴη συνάπτων πως ἤδη τῆι ἀοικήτωι. φησὶ δ᾽ Ἐρατοσθένης τὸν ὑπὸ τῶν Ἑλλήνων γνωριζόμενον περίπλουν τῆς θαλάττης ταύτης τὸν μὲν παρὰ τοὺς Ἀλβανοὺς καὶ τοὺς Καδουσίους εἶναι πεντακισχιλίων καὶ τετρακοσίων͵ τὸν δὲ παρὰ τὴν Ἀναριακῶν καὶ Μάρδων καὶ Ὑρκανῶν μέχρι τοῦ στόματος τοῦ Ὤξου ποταμοῦ τετρακισχιλίων καὶ ὀκτακοσίων· ἔνθεν δ᾽ ἐπὶ τοῦ Ἰαξάρτου δισχιλίων τετρακοσίων. δεῖ δὲ περὶ τῶν ἐν τῆι μερίδι ταύτηι καὶ τοῖς ἐπὶ τοσοῦτον ἐκτετοπισμένοις ἁπλούστερον ἀκούειν͵ καὶ μάλιστα περὶ τῶν διαστημάτων. 

6.2

Εἰσπλέοντι δ᾽ ἐν δεξιᾶι μὲν τοῖς Εὐρωπαίοις οἱ συνεχεῖς Σκύθαι νέμονται καὶ Σαρμάται οἱ μεταξὺ τοῦ Τανάιδος καὶ τῆς θαλάττης ταύτης͵ νομάδες οἱ πλείους͵ περὶ ὧν εἰρήκαμεν· ἐν ἀριστερᾶι δ᾽ οἱ πρὸς ἕω Σκύθαι͵ νομάδες καὶ οὗτοι͵ μέχρι τῆς ἑώιας θαλάττης καὶ τῆς Ἰνδικῆς παρατείνοντες. ἅπαντας μὲν δὴ τοὺς προσβόρρους κοινῶς οἱ παλαιοὶ τῶν Ἑλλήνων συγγραφεῖς Σκύθας καὶ Κελτοσκύθας ἐκάλουν· οἱ δ᾽ ἔτι πρότερον διελόντες τοὺς μὲν ὑπὲρ τοῦ Εὐξείνου καὶ Ἴστρου καὶ τοῦ Ἀδρίου κατοικοῦντας Ὑπερβορέους ἔλεγον καὶ Σαυρομάτας καὶ Ἀριμασπούς͵ τοὺς δὲ πέραν τῆς Κασπίας θαλάττης τοὺς μὲν Σάκας τοὺς δὲ Μασσαγέτας ἐκάλουν͵ οὐκ ἔχοντες ἀκριβὲς λέγειν περὶ αὐτῶν οὐδέν͵ καίπερ πρὸς Μασσαγέτας τοῦ Κύρου πόλεμον ἱστοροῦντες. ἀλλ᾽ οὔτε περὶ τούτων οὐδὲν ἠκρίβωτο πρὸς ἀλήθειαν͵ οὔτε τὰ παλαιὰ τῶν Περσικῶν οὔτε τῶν Μηδικῶν ἢ Συριακῶν ἐς πίστιν ἀφικνεῖτο μεγάλην διὰ τὴν τῶν συγγραφέων ἁπλότητα καὶ τὴν φιλομυθίαν. 

6.3

Ὁρῶντες γὰρ τοὺς φανερῶς μυθογράφους εὐδοκιμοῦντας ὠιήθησαν καὶ αὐτοὶ παρέξεσθαι τὴν γραφὴν ἡδεῖαν͵ ἐὰν ἐν ἱστορίας σχήματι λέγωσιν ἃ μηδέποτε [μήτε] εἶδον μήτε ἤκουσαν ἢ οὐ παράγε ἰδόντων͵ σκοποῦντες δὲ αὐτὸ μόνον τοῦτο ὅ τι ἀκρόασιν ἡδεῖαν ἔχει καὶ θαυμαστήν. ῥᾶιον δ᾽ ἄν τις Ἡσιόδωι καὶ Ὁμήρωι πιστεύσειεν ἡρωολογοῦσι καὶ τοῖς τραγικοῖς ποιηταῖς ἢ Κτησίαι τε καὶ Ἡροδότωι καὶ Ἑλλανίκωι καὶ ἄλλοις τοιούτοις.

6.4

Οὐδὲ τοῖς περὶ Ἀλεξάνδρου δὲ συγγράψασιν ῥάιδιον πιστεύειν τοῖς πολλοῖς· καὶ γὰρ οὗτοι ῥαιδιουργοῦσι διά τε τὴν δόξαν τὴν Ἀλεξάνδρου καὶ διὰ τὸ τὴν στρατείαν πρὸς τὰς ἐσχατιὰς γεγονέναι τῆς Ἀσίας πόρρω ἀφ᾽ ἡμῶν· τὸ δὲ πόρρω δυσέλεγκτον. ἡ δὲ τῶν Ῥωμαίων ἐπικράτεια καὶ ἡ τῶν Παρθυαίων πλεῖόν τι προσεκκαλύπτει τῶν παραδεδομένων πρότερον· οἱ γὰρ περὶ ἐκείνων συγγράφοντες καὶ τὰ χωρία καὶ τὰ ἔθνη͵ ἐν οἷς αἱ πράξεις͵ πιστότερον λέγουσιν ἢ οἱ πρὸ αὐτῶν· μᾶλλον γὰρ κατωπτεύκασι. 


Κεφάλαιο 7

7.1

Τοὺς δ᾽ οὖν ἐν ἀριστερᾶι εἰσπλέοντι τὸ Κάσπιον πέλαγος παροικοῦντας νομάδας Δάας οἱ νῦν προσαγορεύουσι τοὺς ἐπονομαζομένους Πάρνους· εἶτ᾽ ἔρημος πρόκειται μεταξύ͵ καὶ ἐφεξῆς ἡ Ὑρκανία͵ καθ᾽ ἣν ἤδη πελαγίζει μέχρι τοῦ συνάψαι τοῖς Μηδικοῖς ὄρεσι καὶ τοῖς Ἀρμενίων. τούτων δ᾽ ἐστὶ μηνοειδὲς τὸ σχῆμα κατὰ τὰς ὑπωρείας͵ αἳ τελευτῶσαι πρὸς θάλατταν ποιοῦσι τὸν μυχὸν τοῦ κόλπου. οἰκεῖ δὲ τὴν παρώρειαν ταύτην μέχρι τῶν ἄκρων ἀπὸ θαλάττης ἀρξαμένοις ἐπὶ μικρὸν μὲν τῶν Ἀλβανῶν τι μέρος καὶ τῶν Ἀρμενίων͵ τὸ δὲ πλέον Γῆλαι καὶ Καδούσιοι καὶ Ἄμαρδοι καὶ Οὐίτιοι καὶ Ἀναριάκαι. φασὶ δὲ Παρρασίων τινὰς συνοικῆσαι τοῖς Ἀναριάκαις͵ οὓς καλεῖσθαι νῦν Παρσίους· Αἰνιᾶνας δ᾽ ἐν τῆι Οὐιτίαι τειχίσαι πόλιν ἣν Αἰνιάνα καλεῖσθαι͵ καὶ δείκνυσθαι ὅπλα τε Ἑλληνικὰ ἐνταῦθα καὶ σκεύη χαλκᾶ καὶ ταφάς· ἐνταῦθα δὲ καὶ πόλιν Ἀναριάκην͵ ἐν ἧι͵ φασί͵ δείκνυται μαντεῖον ἐγκοιμωμένων ... καὶ ἄλλα τινὰ ἔθνη ληιστρικὰ καὶ μάχιμα μᾶλλον ἢ γεωργικά· ποιεῖ δὲ τοῦτο ἡ τραχύτης τῶν τόπων. τὸ μέντοι πλέον τῆς περὶ τὴν ὀρεινὴν παραλίας Καδούσιοι νέμονται͵ σχεδὸν δέ τι ἐπὶ πεντακισχιλίους σταδίους͵ ὥς φησι Πατροκλῆς͵ ὃς καὶ πάρισον ἡγεῖται τὸ πέλαγος τοῦτο τῶι Ποντικῶι. ταῦτα μὲν οὖν τὰ χωρία λυπρά. 

7.2

Ἡ δ᾽ Ὑρκανία σφόδρα εὐδαίμων καὶ πολλὴ καὶ τὸ πλέον πεδιὰς πόλεσί τε ἀξιολόγοις διειλημμένη͵ ὧν ἐστι Ταλαβρόκη καὶ Σαμαριανὴ καὶ Κάρτα καὶ τὸ βασίλειον Τάπη͵ ὅ φασι μικρὸν ὑπὲρ τῆς θαλάττης ἱδρυμένον διέχειν τῶν Κασπίων πυλῶν σταδίους χιλίους τετρακοσίους. σημεῖα δὲ τῆς εὐδαιμονίας· ἡ μὲν γὰρ ἄμπελος μετρητὴν οἴνου φέρει͵ ἡ δὲ συκῆ μεδίμνους ἑξήκοντα͵ ὁ δὲ σῖτος ἐκ τοῦ ἐκπεσόντος καρποῦ τῆς καλάμης φύεται͵ ἐν δὲ τοῖς δένδρεσι σμηνουργεῖται καὶ τῶν φύλλων ἀπορρεῖ μέλι· τοῦτο δὲ γίνεται καὶ τῆς Μηδίας ἐν τῆι Ματιανῆι καὶ τῆς Ἀρμενίας ἐν τῆι Σακασηνῆι καὶ τῆι Ἀραξηνῆι. τῆς μέντοι προσηκούσης ἐπιμελείας οὐκ ἔτυχεν οὔτε αὐτὴ οὔτε ἡ ἐπώνυμος αὐτῆι θάλαττα ἄπλους τε οὖσα καὶ ἀργός· νῆσοί τέ εἰσιν οἰκεῖσθαι δυνάμεναι͵ ὡς δ᾽ εἰρήκασί τινες καὶ χρυσῖτιν ἔχουσαι γῆν. αἴτιον δ᾽ ὅτι καὶ οἱ ἡγεμόνες οἵ τ᾽ ἐξ ἀρχῆς ἐτύγχανον βάρβαροι ὄντες οἱ τῶν Ὑρκανῶν͵ Μῆδοί τε καὶ Πέρσαι καὶ οἱ ὕστατοι Παρθυαῖοι͵ χείρους ἐκείνων ὄντες͵ καὶ ἡ γείτων ἅπασα χώρα ληιστῶν καὶ νομάδων μεστὴ καὶ ἐρημίας. Μακεδόνες δ᾽ ὀλίγον μὲν χρόνον ἐπῆρξαν͵ ἀλλ᾽ ἐν πολέμοις ὄντες καὶ τὰ πόρρω σκοπεῖν οὐ δυνάμενοι. φησὶ δ᾽ Ἀριστόβουλος ὑλώδη οὖσαν τὴν Ὑρκανίαν δρῦν ἔχειν͵ πεύκην δὲ καὶ ἐλάτην καὶ πίτυν μὴ φύειν͵ τὴν δ᾽ Ἰνδικὴν πληθύειν τούτοις. τῆς δὲ Ὑρκανίας ἐστὶ καὶ ἡ Νησαία· τινὲς δὲ καὶ καθ᾽ αὑτὴν τιθέασι τὴν Νησαίαν. 

7.3

Διαρρεῖται δὲ καὶ ποταμοῖς ἡ Ὑρκανία τῶι τε Ὤχωι καὶ Ὤξωι μέχρι τῆς εἰς θάλατταν ἐκβολῆς͵ ὧν ὁ Ὦχος καὶ διὰ τῆς Νησαίας ῥεῖ· ἔνιοι δὲ τὸν Ὦχον εἰς τὸν Ὦξον ἐμβάλλειν φασίν. Ἀριστόβουλος δὲ καὶ μέγιστον ἀποφαίνει τὸν Ὦξον τῶν ἑωραμένων ὑφ᾽ ἑαυτοῦ κατὰ τὴν Ἀσίαν πλὴν τῶν Ἰνδικῶν· φησὶ δὲ καὶ εὔπλουν εἶναι καὶ οὗτος καὶ Ἐρατοσθένης παρὰ Πατροκλέους λαβών͵ καὶ πολλὰ τῶν Ἰνδικῶν φορτίων κατάγειν εἰς τὴν Ὑρκανίαν θάλατταν͵ ἐντεῦθεν δ᾽ εἰς τὴν Ἀλβανίαν περαιοῦσθαι καὶ διὰ τοῦ Κύρου καὶ τῶν ἑξῆς τόπων εἰς τὸν Εὔξεινον καταφέρεσθαι. οὐ πάνυ δὲ ὑπὸ τῶν παλαιῶν ὁ Ὦχος ὀνομάζεται· Ἀπολλόδωρος μέντοι ὁ τὰ Παρθικὰ γράψας συνεχῶς αὐτὸν ὀνομάζει ὡς ἐγγυτάτω τοῖς Παρθυαίοις ῥέοντα. 

7.4

Προσεδοξάσθη δὲ καὶ περὶ τῆς θαλάττης ταύτης πολλὰ ψευδῆ διὰ τὴν Ἀλεξάνδρου φιλοτιμίαν· ἐπειδὴ γὰρ ὡμολόγητο ἐκ πάντων ὅτι διείργει τὴν Ἀσίαν ἀπὸ τῆς Εὐρώπης ὁ Τάναϊς ποταμός͵ τὸ δὲ μεταξὺ τῆς θαλάττης καὶ τοῦ Τανάιδος πολὺ μέρος τῆς Ἀσίας ὂν οὐχ ὑπέπιπτε τοῖς Μακεδόσι͵ στρατηγεῖν δ᾽ ἔγνωστο ὥστε τῆι φήμηι γε κἀκείνων δόξαι τῶν μερῶν κρατεῖν τὸν Ἀλέξανδρον͵ εἰς ἓν συνῆγον τήν τε Μαιῶτιν λίμνην τὴν δεχομένην τὸν Τάναϊν καὶ τὴν Κασπίαν θάλατταν͵ λίμνην καὶ ταύτην καλοῦντες καὶ συντετρῆσθαι φάσκοντες πρὸς ἀλλήλας ἀμφοτέρας͵ ἑκατέραν δὲ εἶναι μέρος τῆς ἑτέρας. Πολύκλειτος δὲ καὶ πίστεις προφέρεται περὶ τοῦ λίμνην εἶναι τὴν θάλατταν ταύτην͵ ὄφεις τε γὰρ ἐκτρέφειν καὶ ὑπόγλυκυ εἶναι τὸ ὕδωρ· ὅτι δὲ καὶ οὐχ ἑτέρα τῆς Μαιώτιδός ἐστι͵ τεκμαιρόμενος ἐκ τοῦ τὸν Τάναϊν εἰς αὐτὴν ἐμβάλλειν· ἐκ γὰρ τῶν αὐτῶν ὀρῶν τῶν Ἰνδικῶν ἐξ ὧν ὅ τε Ὦχος καὶ ὁ Ὦξος καὶ ἄλλοι πλείους φέρεται καὶ ὁ Ἰαξάρτης ἐκδίδωσί τε ὁμοίως ἐκείνοις εἰς τὸ Κάσπιον πέλαγος πάντων ἀρκτικώτατος. τοῦτον οὖν ὠνόμασαν Τάναϊν͵ καὶ προσέθεσάν γε τούτωι πίστιν͵ ὡς εἴη Τάναϊς ὃν εἴρηκεν ὁ Πολύκλειτος· τὴν γὰρ περαίαν τοῦ ποταμοῦ τούτου φέρειν ἐλάτην καὶ οἰστοῖς ἐλατίνοις χρῆσθαι τοὺς ταύτηι Σκύθας· τοῦτο δὲ καὶ τεκμήριον τοῦ τὴν χώραν τὴν πέραν τῆς Εὐρώπης εἶναι͵ μὴ τῆς Ἀσίας· τὴν γὰρ Ἀσίαν τὴν ἄνω καὶ τὴν πρὸς ἕω μὴ φύειν ἐλάτην. Ἐρατοσθένης δέ φησι καὶ ἐν τῆι Ἰνδικῆι φύεσθαι ἐλάτην καὶ ἐντεῦθεν ναυπηγήσασθαι τὸν στόλον Ἀλέξανδρον· πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα συγκρούειν Ἐρατοσθένης πειρᾶται͵ ἡμῖν δ᾽ ἀποχρώντως εἰρήσθω περὶ αὐτῶν. 

7.5

Καὶ τοῦτο δ᾽ ἐκ τῶν κατὰ τὴν Ὑρκανίαν ἱστορου μένων παραδόξων ἐστὶν ὑπὸ Εὐδόξου καὶ ἄλλων͵ ὅτι πρόκεινταί τινες ἀκταὶ τῆς θαλάττης ὕπαντροι͵ τούτων δὲ μεταξὺ καὶ τῆς θαλάττης ὑπόκειται ταπεινὸς αἰγιαλός͵ ἐκ δὲ τῶν ὕπερθεν κρημνῶν ποταμοὶ ῥέοντες τοσαύτηι προφέρονται βίαι ὥστε ταῖς ἀκταῖς συνάψαντες ἐξακοντίζουσι τὸ ὕδωρ εἰς τὴν θάλατταν͵ ἄρραντον φυλάττοντες τὸν αἰγιαλὸν ὥστε καὶ στρατοπέδοις ὁδεύσιμον εἶναι σκεπαζομένοις τῶι ῥεύματι͵ οἱ δ᾽ ἐπιχώριοι κατάγονται πολλάκις εὐωχίας καὶ θυσίας χάριν εἰς τὸν τόπον͵ καὶ ποτὲ μὲν ὑπὸ τοῖς ἄντροις κατακλίνονται͵ ποτὲ δ᾽ ὑπ᾽ αὐτῶι τῶι ῥεύματι ἡλιαζόμενοι ἄλλως ἄλλοι τέρπονται͵ παραφαινομένης ἅμα καὶ τῆς θαλάττης ἑκατέρωθεν καὶ τῆς ἠιόνος ποώδους καὶ ἀνθηρᾶς οὔσης διὰ τὴν ἰκμάδα. 


Κεφάλαιο 8

8.1

Ἀπὸ δὲ τῆς Ὑρκανίας θαλάττης προϊόντι ἐπὶ τὴν ἕω δεξιὰ μέν ἐστι τὰ ὄρη μέχρι τῆς Ἰνδικῆς θαλάττης παρατείνοντα͵ ἅπερ οἱ Ἕλληνες ὀνομάζουσι Ταῦρον͵ ἀρξάμενα ἀπὸ τῆς Παμφυλίας καὶ τῆς Κιλικίας καὶ μέχρι δεῦρο προϊόντα ἀπὸ τῆς ἑσπέρας συνεχῆ καὶ τυγχάνοντα ἄλλων καὶ ἄλλων ὀνομάτων. προσοικοῦσι δ᾽ αὐτοῦ τὰ προσάρκτια μέρη πρῶτοι μὲν οἱ Γῆλαι καὶ Καδούσιοι καὶ Ἄμαρδοι͵ καθάπερ εἴρηται͵ καὶ τῶν Ὑρκανίων τινές͵ ἔπειτα τὸ τῶν Παρθυαίων ἔθνος καὶ τὸ τῶν Μαργιανῶν καὶ τῶν Ἀρίων καὶ ἡ ἔρημος͵ ἣν ἀπὸ τῆς Ὑρκανίας ὁρίζει ὁ Σάρνιος ποταμὸς πρὸς ἕω βαδίζουσι καὶ ἐπὶ τὸν Ὦχον. καλεῖται δὲ τὸ μέχρι δεῦρο ἀπὸ τῆς Ἀρμενίας διατεῖνον ἢ μικρὸν ἀπολεῖπον Παραχοάθρας. ἔστι δὲ ἀπὸ τῆς Ὑρκανίας θαλάττης εἰς τοὺς Ἀρίους περὶ ἑξακισχιλίους σταδίους· εἶθ᾽ ἡ Βακτριανή ἐστι καὶ ἡ Σογδιανή͵ τελευταῖοι δὲ Σκύθαι νομάδες. τὰ δ᾽ ὄρη Μακεδόνες μὲν ἅπαντα τὰ ἐφεξῆς ἀπὸ Ἀρίων Καύκασον ἐκάλεσαν͵ παρὰ δὲ τοῖς βαρβάροις τά τε ἄκρα καὶ τοῦ Παροπαμίσου τὰ προσβόρεια καὶ τὰ Ἠμωδὰ καὶ τὸ Ἴμαον καὶ ἄλλα τοιαῦτα ὀνόματα ἑκάστοις μέρεσιν ἐπέκειτο. 

8.2

Ἐν ἀριστερᾶι δὲ τούτοις ἀντιπαράκειται [τὰ] Σκυθικὰ ἔθνη καὶ τὰ νομαδικὰ ἅπασαν ἐκπληροῦντα τὴν βόρειον πλευράν. οἱ μὲν δὴ πλείους τῶν Σκυθῶν ἀπὸ τῆς Κασπίας θαλάττης ἀρξάμενοι Δᾶαι προσαγορεύονται͵ τοὺς δὲ προσεώιους τούτων μᾶλλον Μασσαγέτας καὶ Σάκας ὀνομάζουσι͵ τοὺς δ᾽ ἄλλους κοινῶς μὲν Σκύθας ὀνομάζουσιν ἰδίαι δ᾽ ὡς ἑκάστους· ἅπαντες δ᾽ ὡς ἐπὶ τὸ πολὺ νομάδες. μάλιστα δὲ γνώριμοι γεγόνασι τῶν νομάδων οἱ τοὺς Ἕλληνας ἀφελόμενοι τὴν Βακτριανήν͵ Ἄσιοι καὶ Πασιανοὶ καὶ Τόχαροι καὶ Σακάραυλοι͵ ὁρμηθέντες ἀπὸ τῆς περαίας τοῦ Ἰαξάρτου τῆς κατὰ Σάκας καὶ Σογδιανούς͵ ἣν κατεῖχον Σάκαι. καὶ τῶν Δαῶν οἱ μὲν προσαγορεύονται Ἄπαρνοι οἱ δὲ Ξάνθιοι οἱ δὲ Πίσσουροι. οἱ μὲν οὖν Ἄπαρνοι πλησιαίτατα τῆι Ὑρκανίαι παράκεινται καὶ τῆι κατ᾽ αὐτὴν θαλάττηι͵ οἱ δὲ λοιποὶ διατείνουσι καὶ μέχρι τῆς ἀντιπαρηκούσης τῆι Ἀρίαι. 

8.3

Μεταξὺ δ᾽ αὐτῶν καὶ τῆς Ὑρκανίας καὶ τῆς Παρθυαίας μέχρι Ἀρίων ἔρημος πρόκειται πολλὴ καὶ ἄνυδρος͵ ἣν διεξιόντες μακραῖς ὁδοῖς κατέτρεχον τήν τε Ὑρκανίαν καὶ τὴν Νησαίαν καὶ τὰ τῶν Παρθυαίων πεδία· οἱ δὲ συνέθεντο φόρους· φόρος δ᾽ ἦν τὸ ἐπιτρέπειν τακτοῖς τισι χρόνοις τὴν χώραν κατατρέχειν καὶ φέρεσθαι λείαν. ἐπιπολαζόντων δ᾽ αὐτῶν παρὰ τὰ συγκείμενα ἐπολεμεῖτο͵ καὶ πάλιν διαλύσεις καὶ ἀναπολεμήσεις ὑπῆρχον. τοιοῦτος δὲ καὶ ὁ τῶν ἄλλων νομάδων βίος͵ ἀεὶ τοῖς πλησίον ἐπιτιθεμένων τοτὲ δ᾽ αὖ διαλλαττομένων. 

8.4

Σάκαι μέντοι παραπλησίας ἐφόδους ἐποιήσαντο τοῖς Κιμμερίοις καὶ Τρήρεσι͵ τὰς μὲν μακροτέρας τὰς δὲ καὶ ἐγγύθεν· καὶ γὰρ τὴν Βακτριανὴν κατέσχον καὶ τῆς Ἀρμενίας κατεκτήσαντο τὴν ἀρίστην γῆν͵ ἣν καὶ ἐπώνυμον ἑαυτῶν κατέλιπον τὴν Σακασηνήν͵ καὶ μέχρι Καππαδόκων καὶ μάλιστα τῶν πρὸς Εὐξείνωι οὓς Ποντικοὺς νῦν καλοῦσι͵ προῆλθον. ἐπιθέμενοι δ᾽ αὐτοῖς πανηγυρίζουσιν ἀπὸ τῶν λαφύρων οἱ ταύτηι τότε τῶν Περσῶν στρατηγοὶ νύκτωρ ἄρδην αὐτοὺς ἠφάνισαν. ἐν δὲ τῶι πεδίωι πέτραν τινὰ προσχώματι συμπληρώσαντες εἰς βουνοειδὲς σχῆμα ἐπέθηκαν τεῖχος καὶ τὸ τῆς Ἀναΐτιδος καὶ τῶν συμβώμων θεῶν ἱερὸν ἱδρύσαντο͵ Ὠμανοῦ καὶ Ἀναδάτου Περσικῶν δαιμόνων͵ ἀπέδειξάν τε πανήγυριν κατ᾽ ἔτος ἱεράν͵ τὰ Σάκαια͵ ἣν μέχρι νῦν ἐπιτελοῦσιν οἱ τὰ Ζῆλα ἔχοντες· οὕτω γὰρ καλοῦσι τὸν τόπον· ἔστι δὲ ἱεροδούλων πόλισμα τὸ πλέον· Πομπήιος δὲ προσθεὶς χώραν ἀξιόλογον καὶ τοὺς ἐν αὐτῆι συνοικίσας εἰς τὸ τεῖχος μίαν τῶν πόλεων ἀπέφηνεν ὧν διέταξε μετὰ τὴν Μιθριδάτου κατάλυσιν. 

8.5

Οἱ μὲν [οὖν] οὕτω λέγουσι περὶ τῶν Σακῶν͵ οἱ δ᾽ ὅτι Κῦρος ἐπιστρατεύσας τοῖς Σάκαις ἡττηθεὶς τῆι μάχηι φεύγει͵ στρατοπεδευσάμενος δ᾽ ἐν ὧι χωρίωι τὰς παρασκευὰς ἀπολελοίπει πλήρεις ἀφθονίας ἁπάσης καὶ μάλιστα οἴνου͵ διαναπαύσας μικρὰ τὴν στρατιάν͵ ἤλαυνεν ἀφ᾽ ἑσπέρας ὡς φεύγων͵ πλήρεις ἀφεὶς τὰς σκηνάς· προελθὼν δ᾽ ὅσον ἐδόκει συμφέρειν ἱδρύθη· ἐπιόντες δ᾽ ἐκεῖνοι καὶ καταλαβόντες ἔρημον ἀνδρῶν τὸ στρατόπεδον τῶν δὲ πρὸς ἀπόλαυσιν μεστόν͵ ἀνέδην ἐνεπίμπλαντο· ὁ δ᾽ ὑποστρέψας ἐξοίνους κατέλαβε καὶ παραπλῆγας͵ ὥσθ᾽ οἱ μὲν ἐν κάρωι κείμενοι καὶ ὕπνωι κατεκόπτοντο͵ οἱ δ᾽ ὀρχούμενοι καὶ βακχεύοντες γυμνοὶ περιέπιπτον τοῖς τῶν πολεμίων ὅπλοις͵ ὀλίγου δ᾽ ἀπώλοντο ἅπαντες. ὁ δὲ θεῖον νομίσας τὸ εὐτύχημα͵ τὴν ἡμέραν ἐκείνην ἀνιερώσας τῆι πατρίωι θεῶι προσηγόρευσε Σάκαια· ὅπου δ᾽ ἂν ἦι τῆς θεοῦ ταύτης ἱερόν͵ ἐνταῦθα νομίζεται καὶ ἡ τῶν Σακαίων ἑορτὴ βακχεία τις μεθ᾽ ἡμέραν καὶ νύκτωρ͵ διεσκευασμένων σκυθιστί͵ πινόντων ἅμα καὶ πληκτιζομένων πρὸς ἀλλήλους ἅμα τε καὶ τὰς συμπινούσας γυναῖκας. 

8.6

Μασσαγέται δ᾽ ἐδήλωσαν τὴν σφετέραν ἀρετὴν ἐν τῶι πρὸς Κῦρον πολέμωι͵ περὶ οὗ θρυλοῦσι πολλοί͵ καὶ δεῖ πυνθάνεσθαι παρ᾽ ἐκείνων. λέγεται δὲ καὶ τοιαῦτα περὶ τῶν Μασσαγετῶν͵ ὅτι κατοικοῦσιν οἱ μὲν ὄρη τινὲς δ᾽ αὐτῶν πεδία οἱ δὲ ἕλη ἃ ποιοῦσιν οἱ ποταμοί͵ οἱ δὲ τὰς ἐν τοῖς ἕλεσι νήσους. μάλιστα δέ φασι τὸν Ἀράξην ποταμὸν κατακλύζειν τὴν χώραν πολλαχῆ σχιζόμενον͵ ἐκπίπτοντα δὲ τοῖς μὲν ἄλλοις στόμασιν εἰς τὴν ἄλλην τὴν πρὸς ἄρκτοις θάλατταν͵ ἑνὶ δὲ μόνωι πρὸς τὸν κόλπον τὸν Ὑρκάνιον. θεὸν δὲ ἥλιον μόνον ἡγοῦνται͵ τούτωι δὲ ἱπποθυτοῦσι· γαμεῖ δ᾽ ἕκαστος μίαν͵ χρῶνται δὲ καὶ ταῖς ἀλλήλων οὐκ ἀφανῶς͵ ὁ δὲ μιγνύμενος τῆι ἀλλοτρίαι τὴν φαρέτραν ἐξαρτήσας ἐκ τῆς ἁμάξης φανερῶς μίγνυται· θάνατος δὲ νομίζεται παρ᾽ αὐτοῖς ἄριστος͵ ὅταν γηράσαντες κατακοπῶσι μετὰ προβατείων κρεῶν καὶ ἀναμὶξ βρωθῶσι· τοὺς δὲ νόσωι θανόντας ῥίπτουσιν ὡς ἀσεβεῖς καὶ ἀξίους ὑπὸ θηρίων βεβρῶσθαι. ἀγαθοὶ δὲ ἱππόται καὶ πεζοί͵ τόξοις δὲ χρῶνται καὶ μαχαίραις καὶ θώραξι καὶ σαγάρεσι χαλκαῖς͵ ζῶναι δὲ αὐτοῖς εἰσι χρυσαῖ καὶ διαδήματα ἐν ταῖς μάχαις· οἵ τε ἵπποι χρυσοχάλινοι͵ καὶ μασχαλιστῆρες δὲ χρυσοῖ· ἄργυρος δ᾽ οὐ γίνεται παρ᾽ αὐτοῖς͵ σίδηρος δ᾽ ὀλίγος͵ χαλκὸς δὲ καὶ χρυσὸς ἄφθονος. 

8.7

Οἱ μὲν οὖν ἐν ταῖς νήσοις οὐκ ἔχοντες σπόριμα ῥιζοφαγοῦσι καὶ ἀγρίοις χρῶνται καρποῖς͵ ἀμπέχονται δὲ τοὺς τῶν δένδρων φλοιούς (οὐδὲ γὰρ βοσκήματα ἔχουσι)͵ πίνουσι δὲ τὸν ἐκ τῶν δένδρων καρπὸν ἐκ θλίβοντες· οἱ δ᾽ ἐν τοῖς ἕλεσιν ἰχθυοφαγοῦσιν͵ ἀμπέχονται δὲ τὰ τῶν φωκῶν δέρματα τῶν ἐκ θαλάττης ἀνατρεχουσῶν· οἱ δ᾽ ὄρειοι τοῖς ἀγρίοις τρέφονται καὶ αὐτοὶ καρποῖς· ἔχουσι δὲ καὶ πρόβατα ὀλίγα ὥστ᾽ οὐδὲ κατακόπτουσι φειδόμενοι τῶν ἐρίων χάριν καὶ τοῦ γάλακτος· τὴν δ᾽ ἐσθῆτα ποικίλλουσιν ἐπιχρίστοις φαρμάκοις δυσεξίτηλον ἔχουσι τὸ ἄνθος. οἱ δὲ πεδινοὶ καίπερ ἔχοντες χώραν οὐ γεωργοῦσιν͵ ἀλλὰ ἀπὸ προβάτων καὶ ἰχθύων ζῶσι νομαδικῶς καὶ Σκυθικῶς. ἔστι γάρ τις καὶ κοινὴ δίαιτα πάντων τῶν τοιούτων ἣν πολλάκις λέγω͵ καὶ ταφαὶ δ᾽ εἰσὶ παραπλήσιαι καὶ ἤθη καὶ ὁ σύμπας βίος͵ αὐθέκαστος μὲν σκαιός τε καὶ ἄγριος καὶ πολεμικός͵ πρὸς δὲ τὰ συμβόλαια ἁπλοῦς καὶ ἀκάπηλος. 

8.8

Τοῦ δὲ τῶν Μασσαγετῶν καὶ τῶν Σακῶν ἔθνους καὶ οἱ Ἀττάσιοι καὶ οἱ Χωράσμιοι͵ εἰς οὓς ἀπὸ τῶν Βακτριανῶν καὶ τῶν Σογδιανῶν ἔφυγε Σπιταμένης͵ εἷς ἐκ τῶν ἀποδράντων Περσῶν τὸν Ἀλέξανδρον͵ καθάπερ καὶ Βῆσσος· καὶ ὕστερον δὲ Ἀρσάκης τὸν Καλλίνικον φεύγων Σέλευκον εἰς τοὺς Ἀπασιάκας ἐχώρησε. φησὶ δ᾽ Ἐρατοσθένης τοὺς Ἀραχωτοὺς καὶ Μασσαγέτας τοῖς Βακτρίοις παρακεῖσθαι πρὸς δύσιν παρὰ τὸν Ὦξον͵ καὶ Σάκας μὲν καὶ Σογδιανοὺς τοῖς ὅλοις ἐδάφεσιν ἀντικεῖσθαι τῆι Ἰνδικῆι͵ Βακτρίους δ᾽ ἐπ᾽ ὀλίγον· τὸ γὰρ πλέον τῶι Παροπαμισῶι παρακεῖσθαι· διείργειν δὲ Σάκας μὲν καὶ Σογδιανοὺς τὸν Ἰαξάρτην͵ καὶ Σογδιανοὺς δὲ καὶ Βακτριανοὺς τὸν Ὦξον͵ μεταξὺ δὲ Ὑρκανῶν καὶ Ἀρίων Ταπύρους οἰκεῖν· κύκλωι δὲ περὶ τὴν θάλατταν μετὰ τοὺς Ὑρκανοὺς Ἀμάρδους τε καὶ Ἀναριάκας καὶ Καδουσίους καὶ Ἀλβανοὺς καὶ Κασπίους καὶ Οὐιτίους͵ τάχα δὲ καὶ ἑτέρους μέχρι Σκυθῶν͵ ἐπὶ θάτερα δὲ μέρη τῶν Ὑρκανῶν Δέρβικας͵ τοὺς δὲ Καδουσίους συμψαύειν Μήδων καὶ Ματιανῶν ὑπὸ τὸν Παραχοάθραν.