ΣΤΡΑΒΩΝΟΣ ΓΕΩΓΡΑΦΙΚΑ Γ

[Εν τω τρίτω την Ιβηρίαν και τα μέρη αυτής, ένθεν μεν τα από του Ιερού ακρωτηρίου μέχρι Στηλών, και τα από τούτου πάλιν μέχρι Νερίου, εν οις και η Λυσιτανία. ένθεν δε τα από Στηλών μέχρι της Πυρήνης. μεθ' α και τας παρακειμένας τη Ιβηρία νήσους, τας τε εντός Στηλών, Πιτυούσσας και Γυμνησίας, και τα εκτός Στηλών Γάδειρα.]


Κεφάλαιο 1

1.1

Ἀποδεδωκόσι δ᾽ ἡμῖν τὸν πρῶτον τύπον τῆς γεωγραφίας οἰκεῖός ἐστιν ὁ ἐφεξῆς λόγος περὶ τῶν καθ᾽ ἕκαστα· καὶ γὰρ ὑπεσχόμεθα οὕτως καὶ δοκεῖ μέχρι νῦν ὀρθῶς ἡ πραγματεία μεμερίσθαι. ἀρκτέον δὲ πάλιν ἀπὸ τῆς Εὐρώπης καὶ τῶν μερῶν αὐτῆς τούτων ἀφ᾽ ὧνπερ καὶ πρότερον κατὰ τὰς αὐτὰς αἰτίας.

1.2

Πρῶτον δὲ μέρος αὐτῆς ἐστι τὸ ἑσπέριον͵ ὡς ἔφαμεν͵ ἡ Ἰβηρία. ταύτης δὴ τὸ μὲν πλέον οἰκεῖται φαύλως· ὄρη γὰρ καὶ δρυμοὺς καὶ πεδία λεπτὴν ἔχοντα γῆν οὐδὲ ταύτην ὁμαλῶς εὔυδρον οἰκοῦσι τὴν πολλήν· ἡ δὲ πρόσβορρος ψυχρά τέ ἐστι τελέως πρὸς τῆι τραχύτητι καὶ παρωκεανῖτις͵ προσειληφυῖα τὸ ἄμικτον κἀνεπίπλεκτον τοῖς ἄλλοις͵ ὥσθ᾽ ὑπερβάλλει τῆι μοχθηρίαι τῆς οἰκήσεως. ταῦτα μὲν δὴ τὰ μέρη τοιαῦτα͵ ἡ δὲ νότιος πᾶσα εὐδαίμων σχεδόν τι καὶ διαφερόντως ἡ ἔξω στηλῶν· ἔσται δὲ δῆλον ἐν τοῖς καθ᾽ ἕκαστα ὑπογράψασιν ἡμῖν πρότερον τό τε σχῆμα καὶ τὸ μέγεθος.

1.3

Ἔοικε γὰρ βύρσηι τεταμένηι κατὰ μῆκος μὲν ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω τὰ πρόσθια ἐχούσηι μέρη πρὸς τῆι ἕωι͵ κατὰ πλάτος δ᾽ ἀπὸ τῶν ἄρκτων πρὸς νότον. ἔχει δὲ σταδίων ἑξακισχιλίων ὁμοῦ τὸ μῆκος͵ πλάτος δὲ πεντακισχιλίων τὸ μέγιστον͵ ἔστι δ᾽ ὅπου πολὺ ἔλαττον τῶν τρισχιλίων καὶ μάλιστα πρὸς τῆι Πυρήνηι τῆι ποιούσηι τὴν ἑώιαν πλευράν· ὄρος γὰρ διηνεκὲς ἀπὸ νότου πρὸς βορρᾶν τεταμένον ὁρίζει τὴν Κελτικὴν ἀπὸ τῆς Ἰβηρίας. οὔσης δὲ καὶ τῆς Κελτικῆς ἀνωμάλου τὸ πλάτος καὶ τῆς Ἰβηρίας͵ τὸ στενώτατον τοῦ πλάτους ἑκατέρας ἀπὸ τῆς ἡμετέρας θαλάττης ἐπὶ τὸν ὠκεανόν ἐστι τὸ τῆι Πυρήνηι πλησιάζον μάλιστα ἐφ᾽ ἑκάτερον αὐτῆς τὸ μέρος καὶ ποιοῦν κόλπους τοὺς μὲν ἐπὶ τῶι ὠκεανῶι τοὺς δὲ ἐπὶ τῆι καθ᾽ ἡμᾶς θαλάττηι· μείζους δὲ τοὺς Κελτικούς͵ οὓς δὴ καὶ Γαλατικοὺς καλοῦσι͵ στενώτερον τὸν ἰσθμὸν ποιοῦντας παρὰ τὸν Ἰβηρικόν. καὶ δὴ τὸ μὲν ἑῶιον πλευρὸν τῆς Ἰβηρίας ἡ Πυρήνη ποιεῖ͵ τὸ δὲ νότιον ἥ τε καθ᾽ ἡμᾶς θάλαττα ἀπὸ τῆς Πυρήνης μέχρι στηλῶν καὶ ἡ ἐκτὸς τὸ ἑξῆς μέχρι τοῦ ἱεροῦ καλουμένου ἀκρωτηρίου· τρίτον ἐστὶ τὸ ἑσπέριον πλευρὸν παράλληλόν πως τῆι Πυρήνηι͵ τὸ ἀπὸ τοῦ ἱεροῦ ἀκρωτηρίου μέχρι τῆς πρὸς Ἀρτάβροις ἄκρας ἣν καλοῦσι Νέριον· τέταρτον δὲ τὸ ἐνθένδε μέχρι τῶν βορείων ἄκρων τῆς Πυρήνης.

1.4

Ἀναλαβόντες δὲ λέγωμεν τὰ καθ᾽ ἕκαστα ἀπὸ τοῦ ἱεροῦ ἀκρωτηρίου ἀρξάμενοι. τοῦτο δέ ἐστι τὸ δυτικώτατον οὐ τῆς Εὐρώπης μόνον ἀλλὰ καὶ τῆς οἰκουμένης ἁπάσης σημεῖον. περατοῦται μὲν γὰρ ὑπὸ τῶν δυεῖν ἠπείρων ἡ οἰκουμένη πρὸς δύσιν͵ τοῖς τε τῆς Εὐρώπης ἄκροις καὶ τοῖς πρώτοις τῆς Λιβύης͵ ὧν τὰ μὲν Ἴβηρες ἔχουσι τὰ δὲ Μαυρούσιοι. προὔχει δὲ τὰ Ἰβηρικὰ ὅσον χιλίοις καὶ πεντακοσίοις σταδίοις κατὰ τὸ λεχθὲν ἀκρωτήριον. καὶ δὴ καὶ τὴν προσεχῆ τούτωι χώραν τῆι Λατίνηι φωνῆι καλοῦσι Κούνεον͵ σφῆνα σημαίνειν βουλόμενοι. αὐτὸ δὲ τὸ ἄκρον καὶ προπεπτωκὸς εἰς τὴν θάλατταν Ἀρτεμίδωρος εἰκάζει πλοίωι͵ γενόμενος͵ φησίν͵ ἐν τῶι τόπωι͵ προσλαμβάνειν δὲ τῶι σχήματι νησίδια τρία͵ τὸ μὲν ἐμβόλου τάξιν ἔχον τὰ δὲ ἐπωτίδων͵ ὑφόρμους ἔχοντα μετρίους. Ἡρακλέους δ᾽ οὔθ᾽ ἱερὸν ἐνταῦθα δείκνυσθαι (ψεύσασθαι δὲ τοῦτο Ἔφορον) οὔτε βωμόν͵ οὐδ᾽ ἄλλου τῶν θεῶν͵ ἀλλὰ λίθους συγκεῖσθαι τρεῖς ἢ τέτταρας κατὰ πολλοὺς τόπους͵ οὓς ὑπὸ τῶν ἀφικνουμένων στρέφεσθαι κατά τι πάτριον καὶ μεταφέρεσθαι σπονδοποιησαμένων· θύειν δ᾽ οὐκ εἶναι νόμιμον͵ οὐδὲ νύκτωρ ἐπιβαί νειν τοῦ τόπου͵ θεοὺς φασκόντων κατέχειν αὐτὸν ἐν τῶι τότε χρόνωι͵ ἀλλὰ τοὺς ἐπὶ θέαν ἥκοντας ἐν κώμηι πλησίον νυκτερεύειν͵ εἶτ᾽ ἐπιβάλλειν ἡμέρας ὕδωρ ἐπιφερομένους διὰ τὴν ἀνυδρίαν.

1.5

Ταῦτα μὲν οὖν οὕτως ἔχειν ἐγχωρεῖ καὶ δεῖ πιστεύειν· ἃ δὲ τοῖς πολλοῖς καὶ χυδαίοις ὁμοίως εἴρηκεν͵ οὐ πάνυ. λέγειν γὰρ δή φησι Ποσειδώνιος τοὺς πολλοὺς μείζω δύνειν τὸν ἥλιον ἐν τῆι παρωκεανίτιδι [καὶ] μετὰ ψόφου παραπλησίως ὡσανεὶ σίζοντος τοῦ πελάγους κατὰ σβέσιν αὐτοῦ διὰ τὸ ἐμπίπτειν εἰς τὸν βυθόν. ψεῦδος δ᾽ εἶναι καὶ τοῦτο καὶ τὸ παραχρῆμα νύκτα ἀκολουθεῖν μετὰ τὴν δύσιν· οὐ γὰρ παραχρῆμα͵ μικρὸν δ᾽ ὕστερον͵ καθάπερ καὶ ἐν τοῖς ἄλλοις πελάγεσι τοῖς μεγάλοις. ὅπου μὲν γὰρ εἰς ὄρη δύεται͵ πλείω τὸν μετὰ δύσιν χρόνον τῆς ἡμέρας συμβαίνειν ἐκ τοῦ παραφωτισμοῦ͵ ἐκεῖ δὲ πλείω μὲν οὐκ ἐπακολουθεῖν͵ μὴ μέντοι μηδὲ παραχρῆμα συνάπτειν τὸ σκότος͵ καθάπερ καὶ ἐν τοῖς μεγάλοις πεδίοις. τὴν δὲ τοῦ μεγέθους φαντασίαν αὔξεσθαι μὲν ὁμοίως κατά τε τὰς δύσεις καὶ τὰς ἀνατολὰς ἐν τοῖς πελάγεσι διὰ τὸ τὰς ἀναθυμιάσεις πλείους ἐκ τῶν ὑγρῶν ἀναφέρεσθαι· διὰ δὲ τούτων ὡς δι᾽ ὑάλων κλωμένην τὴν ὄψιν πλατυτέρας δέχεσθαι τὰς φαντασίας͵ καθάπερ καὶ διὰ νέφους ξηροῦ καὶ λεπτοῦ βλέπουσαν δυόμενον ἢ ἀνατέλλοντα τὸν ἥλιον ἢ τὴν σελήνην͵ ἡνίκα καὶ ἐνερευθὲς φαίνεσθαι τὸ ἄστρον. τὸ δὲ ψεῦδος ἐλέγξαι φησὶ τριάκονθ᾽ ἡμέρας διατρίψας ἐν Γαδείροις καὶ τηρήσας τὰς δύσεις. ὁ δέ γε Ἀρτεμίδωρος ἑκατονταπλασίονά φησι δύεσθαι τὸν ἥλιον καὶ αὐτίκα νύκτα καταλαμβάνειν. ὡς μὲν οὖν αὐτὸς εἶδε τοῦτο ἐν τῶι ἱερῶι ἀκρωτηρίωι͵ οὐχ ὑποληπτέον προσέχοντας τῆι ἀποφάσει αὐτοῦ· ἔφη γὰρ νύκτωρ μηδένα ἐπιβαίνειν͵ ὥστ᾽ οὐδὲ δυομένου ἡλίου οὐδεὶς ἂν ἐπιβαίνοι͵ εἴπερ εὐθὺς ἡ νὺξ καταλαμβάνει. ἀλλ᾽ οὐδ᾽ ἐν ἄλλωι τόπωι τῆς παρωκεανίτιδος· καὶ γὰρ τὰ Γάδειρα ἐπὶ τῶι ὠκεανῶι͵ καὶ ὁ Ποσειδώνιος ἀντιμαρτυρεῖ καὶ ἄλλοι πλείους.

1.6

Τῆς δὲ συνεχοῦς τῶι ἱερῶι ἀκρωτηρίωι παραλίας ἡ μὲν ἐστὶν ἀρχὴ τοῦ ἑσπερίου πλευροῦ τῆς Ἰβηρίας μέχρι τῆς ἐκβολῆς τοῦ Τάγου ποταμοῦ͵ ἡ δὲ τοῦ νοτίου μέχρι ἄλλου ποταμοῦ τοῦ Ἄνα καὶ τῆς ἐκβολῆς αὐτοῦ. φέρεται δ᾽ ἀπὸ τῶν ἑώιων μερῶν ἑκάτερος͵ ἀλλ᾽ ὁ μὲν ἐπ᾽ εὐθείας εἰς τὴν ἑσπέραν ἐκδίδωσι πολὺ μείζων ὢν θατέρου͵ ὁ δ᾽ Ἄνας πρὸς νότον ἐπιστρέφει τὴν μεσοποταμίαν ἀφορίζων͵ ἣν Κελτικοὶ νέμονται τὸ πλέον καὶ τῶν Λυσιτανῶν τινὲς ἐκ τῆς περαίας τοῦ Τάγου μετοικισθέντες ὑπὸ Ῥωμαίων· ἐν δὲ τοῖς ἄνω μέρεσι καὶ Καρπητανοὶ καὶ Ὠρητανοὶ καὶ Οὐεττώνων συχνοὶ νέμονται. αὕτη μὲν οὖν ἡ χώρα μετρίως ἐστὶν εὐδαίμων͵ ἡ δ᾽ ἐφεξῆς πρὸς ἕω κειμένη καὶ νότον ὑπερβολὴν οὐκ ἀπολείπει πρὸς ἅπασαν κρινομένη τὴν οἰκουμένην ἀρετῆς χάριν καὶ τῶν ἐκ γῆς καὶ θαλάττης ἀγαθῶν. αὕτη δ᾽ ἐστὶν ἣν ὁ Βαῖτις διαρρεῖ ποταμός͵ ἀπὸ τῶν αὐτῶν μερῶν τὴν ἀρχὴν ἔχων ἀφ᾽ ὧνπερ καὶ ὁ Ἄνας καὶ ὁ Τάγος͵ μέσος πως ἀμφοῖν τούτων ὑπάρχων κατὰ μέγεθος· παραπλησίως μέντοι τῶι Ἄναι κατ᾽ ἀρχὰς ἐπὶ τὴν ἑσπέραν ῥυεὶς εἶτ᾽ ἐπιστρέφει πρὸς νότον καὶ κατὰ τὴν αὐτὴν ἐκδίδωσι τούτωι παραλίαν. καλοῦσι δ᾽ ἀπὸ μὲν τοῦ ποταμοῦ Βαιτικήν͵ ἀπὸ δὲ τῶν ἐνοικούντων Τουρδητανίαν· τοὺς δ᾽ ἐνοικοῦντας Τουρδητανούς τε καὶ Τουρδούλους προσαγορεύουσιν͵ οἱ μὲν τοὺς αὐτοὺς νομίζοντες οἱ δ᾽ ἑτέρους· ὧν ἐστι καὶ Πολύβιος συνοίκους φήσας τοῖς Τουρδητανοῖς πρὸς ἄρκτον τοὺς Τουρδούλους· νυνὶ δ᾽ ἐν αὐτοῖς οὐδεὶς φαίνεται διορισμός. σοφώτατοι δ᾽ ἐξετάζονται τῶν Ἰβήρων οὗτοι καὶ γραμματικῆι χρῶνται καὶ τῆς παλαιᾶς μνήμης ἔχουσι συγγράμματα καὶ ποιήματα καὶ νόμους ἐμμέτρους ἑξακισχιλίων ἐπῶν͵ ὥς φασι· καὶ οἱ ἄλλοι δ᾽ Ἴβηρες χρῶνται γραμματικῆι͵ οὐ μιᾶι δ᾽ ἰδέαι· οὐδὲ γὰρ γλώττηι μιᾶι. τείνει δὲ ἡ χώρα αὕτη ἡ ἐντὸς τοῦ Ἄνα πρὸς ἕω μὲν μέχρι τῆς Ὠρητανίας͵ πρὸς νότον δὲ μέχρι τῆς παραλίας τῆς ἀπὸ τῶν ἐκβολῶν τοῦ Ἄνα μέχρι στηλῶν. ἀνάγκη δὲ διὰ πλειόνων περὶ αὐτῆς εἰπεῖν καὶ τῶν σύνεγγυς τόπων͵ ὅσα συντείνει πρὸς τὸ μαθεῖν τὴν εὐφυΐαν τῶν τόπων καὶ τὴν εὐδαιμονίαν.

1.7

Τῆς δὲ παραλίας ταύτης͵ εἰς ἣν ὅ τε Βαῖτις καὶ ὁ Ἄνας ἐκδίδωσι͵ καὶ τῶν ἐσχάτων τῆς Μαυρουσίας εἰς τὸ μεταξὺ ἐμπῖπτον τὸ Ἀτλαντικὸν πέλαγος ποιεῖ τὸν κατὰ στήλας πορθμόν͵ καθ᾽ ὃν ἡ ἐντὸς θάλαττα συνάπτει τῆι ἐκτός. ἐνταῦθα δὴ ὄρος ἐστὶ τῶν Ἰβήρων τῶν καλουμένων Βαστητανῶν͵ οὓς καὶ Βαστούλους καλοῦσιν͵ ἡ Κάλπη͵ τῆι περιοχῆι μὲν οὐ μέγα τῶι δ᾽ ὕψει μέγα καὶ ὄρθιον ὥστε πόρρωθεν νησοειδὲς φαίνεσθαι. ἐκπλέουσιν οὖν ἐκ τῆς ἡμετέρας θαλάττης εἰς τὴν ἔξω δεξιόν ἐστι τοῦτο͵ καὶ πρὸς αὐτὸ Καρτηία πόλις ἐν τετταράκοντα σταδίοις ἀξιόλογος καὶ παλαιά͵ ναύσταθμόν ποτε γενομένη τῶν Ἰβήρων. ἔνιοι δὲ καὶ Ἡρακλέους κτίσμα λέγουσιν αὐτήν͵ ὧν ἐστι καὶ Τιμοσθένης͵ ὅς φησι καὶ Ἡράκλειαν ὀνομάζεσθαι τὸ παλαιόν͵ δείκνυσθαί τε μέγαν περίβολον καὶ νεωσοίκους.

1.8

Εἶτα Μελλαρία ταριχείας ἔχουσα καὶ μετὰ ταῦτα Βελὼν πόλις καὶ ποταμός. ἐντεῦθεν οἱ διάπλοι μάλιστά εἰσιν εἰς Τίγγιν τῆς Μαυρουσίας καὶ ἐμπόρια καὶ ταριχεῖαι. ἦν δὲ καὶ Ζῆλις τῆς Τίγγιος ἀστυγείτων͵ ἀλλὰ μετώικισαν ταύτην εἰς τὴν περαίαν Ῥωμαῖοι καὶ ἐκ τῆς Τίγγιος προσλαβόντες τινάς· ἔπεμψαν δὲ καὶ παρ᾽ ἑαυτῶν ἐποίκους καὶ ὠνόμασαν Ἰουλίαν Ἴοζαν τὴν πόλιν. εἶτα Γάδειρα͵ πορθμῶι στενῶι διειργομένη νῆσος ἀπὸ τῆς Τουρδητανίας͵ διέχουσα τῆς Κάλπης περὶ ἑπτακοσίους καὶ πεντήκοντα σταδίους· οἱ δὲ ὀκτακοσίους φασίν. ἔστι δ᾽ ἡ νῆσος αὕτη τἆλλα μὲν οὐδὲν διαφέρουσα τῶν ἄλλων͵ ἀνδρείαι δὲ τῶν ἐνοικούντων τῆι περὶ τὰς ναυτιλίας καὶ φιλίαι πρὸς Ῥωμαίους τοσαύτην ἐπίδοσιν εἰς πᾶσαν εὐτυχίαν ἔσχεν ὥστε καίπερ ἐσχάτη ἱδρυμένη τῆς γῆς ὀνομαστοτάτη τῶν ἁπασῶν ἐστιν. ἀλλὰ περὶ μὲν ταύτης ἐροῦμεν͵ ὅταν καὶ περὶ τῶν ἄλλων νήσων λέγωμεν.

1.9

Ἐφεξῆς δ᾽ ἐστὶν ὁ Μενεσθέως καλούμενος λιμὴν καὶ ἡ κατὰ Ἄσταν ἀνάχυσις καὶ Νάβρισσαν. λέγονται δὲ ἀναχύσεις αἱ πληρούμεναι τῆι θαλάττηι κοιλάδες ἐν ταῖς πλημμυρίσι καὶ ποταμῶν δίκην ἀνάπλους εἰς τὴν μεσόγαιαν ἔχουσαι καὶ τὰς ἐπ᾽ αὐταῖς πόλεις. εἶτ᾽ εὐθὺς αἱ ἐκβολαὶ τοῦ Βαίτιος διχῆ σχιζόμεναι· ἡ δὲ ἀπολαμβανομένη νῆσος ὑπὸ τῶν στομάτων ἑκατόν͵ ὡς δ᾽ ἔνιοι καὶ πλειόνων σταδίων͵ ἀφορίζει παραλίαν. ἐνταῦθα δέ που καὶ τὸ μαντεῖον τοῦ Μενεσθέως ἐστί͵ καὶ ὁ τοῦ Καιπίωνος ἵδρυται πύργος ἐπὶ πέτρας ἀμφικλύστου͵ θαυμασίως κατεσκευασμένος͵ ὥσπερ ὁ Φάρος͵ τῆς τῶν πλοϊζομένων σωτηρίας χάριν. ἥ τε γὰρ ἐκβαλλομένη χοῦς ὑπὸ τοῦ ποταμοῦ βραχέα ποιεῖ καὶ χοιραδώδης ἐστὶν ὁ πρὸ αὐτοῦ τόπος͵ ὥστε δεῖ σημείου τινὸς ἐπιφανοῦς. ἐντεῦθεν δ᾽ ὁ τοῦ Βαίτιος ἀνάπλους ἐστὶ καὶ πόλις Ἐβοῦρα καὶ τὸ τῆς Φωσφόρου ἱερόν͵ ἣν καλοῦσι Λοῦκεμ δουβίαν· εἶθ᾽ οἱ τῶν ἀναχύσεων τῶν ἄλλων ἀνάπλοι͵ καὶ μετὰ ταῦτα ὁ Ἄνας ποταμός͵ δίστομος καὶ οὗτος͵ καὶ ὁ ἐξ αὐτῶν ἀνάπλους· εἶθ᾽ ὕστατον τὸ ἱερὸν ἀκρωτήριον͵ διέχον τῶν Γαδείρων ἐλάττους ἢ δισχιλίους σταδίους· τινὲς δ᾽ ἀπὸ μὲν τοῦ ἱεροῦ ἀκρωτηρίου ἐπὶ τὸ τοῦ Ἄνα στόμα ἑξήκοντα μίλιά φασιν͵ ἐντεῦθεν δ᾽ ἐπὶ τὸ τοῦ Βαίτιος στόμα ἑκατόν͵ εἶτα εἰς Γάδειρα ἑβδομήκοντα.


Κεφάλαιο 2

2.1

Τῆς δ᾽ οὖν ἐντὸς τοῦ Ἄνα παραλίας ὑπερκεῖσθαι συμβαίνει τὴν Τουρδητανίαν͵ ἣν ὁ Βαῖτις διαρρεῖ ποταμός. ἀφορίζει δὲ αὐτὴν πρὸς μὲν τὴν ἑσπέραν καὶ ἄρκτον ὁ Ἄνας ποταμός͵ πρὸς δὲ τὴν ἕω Καρπητανῶν τέ τινες καὶ Ὠρητανοί͵ πρὸς νότον δὲ Βαστητανῶν οἱ μεταξὺ τῆς Κάλπης καὶ τῶν Γαδείρων στενὴν νεμόμενοι παραλίαν͵ καὶ ἡ ἑξῆς θάλαττα μέχρι Ἄνα. καὶ οἱ Βαστητανοὶ δὲ οὓς εἶπον τῆι Τουρδητανίαι πρόσκεινται καὶ οἱ ἔξω τοῦ Ἄνα καὶ οἱ πολλοὶ τῶν προσχώρων. μέγεθος δ᾽ οὐ πλεῖόν ἐστι τῆς χώρας ταύτης ἐπὶ μῆκος καὶ πλάτος ἢ δισχίλιοι στάδιοι. πόλεις δ᾽ ὑπερβάλλουσαι τὸ πλῆθος· καὶ γὰρ διακοσίας φασί· γνωριμώταται δὲ αἱ ἐπὶ τοῖς ποταμοῖς ἱδρυμέναι καὶ ταῖς ἀναχύσεσι καὶ τῆι θαλάττηι διὰ τὰς χρείας. πλεῖστον δ᾽ ἥ τε Κόρδυβα ηὔξηται͵ Μαρκέλλου κτίσμα͵ καὶ δόξηι καὶ δυνάμει καὶ ἡ τῶν Γαδιτανῶν πόλις͵ ἡ μὲν διὰ τὰς ναυτιλίας καὶ διὰ τὸ προσθέσθαι Ῥωμαίοις κατὰ συμμαχίας͵ ἡ δὲ χώρας ἀρετῆι καὶ μεγέθει͵ προσλαμβάνοντος καὶ τοῦ ποταμοῦ Βαίτιος μέγα μέρος· ὤικησάν τε ἐξ ἀρχῆς Ῥωμαίων τε καὶ τῶν ἐπιχωρίων ἄνδρες ἐπίλεκτοι· καὶ δὴ καὶ πρώτην ἀποικίαν ταύτην εἰς τούσδε τοὺς τόπους ἔστειλαν Ῥωμαῖοι. μετὰ δὲ ταύτην καὶ τὴν τῶν Γαδιτανῶν ἡ μὲν Ἵσπαλις ἐπιφανής͵ καὶ αὐτὴ ἄποικος Ῥωμαίων· νυνὶ δὲ τὸ μὲν ἐμπόριον συμμένει͵ τῆι τιμῆι δὲ καὶ τῶι ἐποικῆσαι νεωστὶ τοὺς Καίσαρος στρατιώτας ἡ Βαῖτις ὑπερέχει καίπερ οὐ συνοικουμένη λαμπρῶς.

2.2

Μετὰ δὲ ταύτας Ἰτάλικα καὶ Ἴλιπα ἐπὶ τῶι Βαίτι͵ Ἄστιγις δ᾽ ἀπωτέρω καὶ Κάρμων καὶ Ὀβούλκων͵ ἔτι δὲ ἐν αἷς οἱ Πομπηίου παῖδες κατεπολεμήθησαν͵ Μοῦνδα καὶ Ἀτέγουα καὶ Οὔρσων καὶ Τοῦκκις καὶ Οὐλία καὶ Αἴγουα· ἅπασαι δ᾽ αὗται Κορδύβης οὐκ ἄπωθεν. τρόπον δέ τινα μητρόπολις κατέστη τοῦ τόπου τούτου Μοῦνδα· διέχει δὲ Καρτηίας ἡ Μοῦνδα σταδίους χιλίους καὶ τετρακοσίους͵ εἰς ἣν ἔφυγεν ἡττηθεὶς ὁ Γναῖος͵ εἶτ᾽ ἐκπλεύσας ἔνθεν καὶ ἐκβὰς εἴς τινα ὑπερκειμένην θαλάττης ὀρεινὴν διεφθάρη. ὁ δ᾽ ἀδελφὸς αὐτοῦ Σέξτος ἐκ Κορδύβης σωθεὶς καὶ μικρὸν ἐν τοῖς Ἴβηρσι πολεμήσας χρόνον ὕστερον Σικελίαν ἀπέστησεν͵ εἶτ᾽ ἐκπεσὼν ἐνθένδε εἰς τὴν Ἀσίαν ἁλοὺς ὑπὸ τῶν Ἀντωνίου στρατηγῶν ἐν Μιδαείωι κατέστρεψε τὸν βίον. ἐν δὲ τοῖς Κελτικοῖς Κονίστοργίς ἐστι γνωριμωτάτη· ἐπὶ δὲ ταῖς ἀναχύσεσιν ἡ Ἄστα͵ εἰς ἣν οἱ Γαδιτανοὶ συνίασι μάλιστα͵ ὑπερκειμένην τοῦ ἐπινείου τῆς νήσου σταδίους οὐ πολὺ πλείους τῶν ἑκατόν.

2.3

Παροικεῖται δὲ ὑπὸ πλείστων ὁ Βαῖτις καὶ ἀναπλεῖται σχεδόν τι ἐπὶ χιλίους καὶ διακοσίους σταδίους ἐκ θαλάττης μέχρι Κορδύβης καὶ τῶν μικρὸν ἐπάνω τόπων. καὶ δὴ καὶ ἐξείργασται περιττῶς ἥ τε παραποταμία καὶ τὰ ἐν τῶι ποταμῶι νησίδια. πρόσεστι δὲ καὶ τὸ τῆς ὄψεως τερπνόν͵ ἄλσεσι καὶ ταῖς ἄλλαις φυτουργίαις ἐκπεπονημένων τῶν χωρίων. μέχρι μὲν οὖν Ἱσπάλιος ὁλκάσιν ἀξιολόγοις ὁ ἀνάπλους ἐστὶν ἐπὶ σταδίους οὐ πολὺ λείποντας τῶν πεντακοσίων͵ ἐπὶ δὲ τὰς ἄνω πόλεις μέχρι Ἰλίπας ταῖς ἐλάττοσι͵ μέχρι δὲ Κορδύβης τοῖς ποταμίοις σκάφεσι͵ πηκτοῖς μὲν τὰ νῦν τὸ παλαιὸν δὲ καὶ μονοξύλοις· τὸ δ᾽ ἄνω τὸ ἐπὶ Καστλῶνος οὐκ ἔστι πλόιμον· παράλληλοι δέ τινες ῥάχεις ὀρῶν παρατείνουσι τῶι ποταμῶι μᾶλλόν τε καὶ ἧττον αὐτῶι συνάπτουσαι πρὸς βορρᾶν͵ μετάλλων πλήρεις. πλεῖστος δ᾽ ἐστὶν ἄργυρος ἐν τοῖς κατὰ Ἴλιπαν τόποις καὶ τοῖς κατὰ Σισάπωνα τόν τε παλαιὸν λεγόμενον καὶ τὸν νέον· κατὰ δὲ τὰς Κωτίνας λεγομένας χαλκός τε ἅμα γεννᾶται καὶ χρυσός. ἐν ἀριστερᾶι μὲν οὖν ἐστι τοῖς ἀναπλέουσι τὰ ὄρη ταῦτα͵ ἐν δεξιᾶι δὲ πεδίον μέγα καὶ ὑψηλὸν καὶ εὔκαρπον καὶ μεγαλόδενδρον καὶ εὔβοτον. ἔχει δὲ καὶ ὁ Ἄνας ἀνάπλουν͵ οὔτε δὲ τηλικούτοις σκάφεσιν οὔτ᾽ ἐπὶ τοσοῦτον. ὑπέρκειται δὲ καὶ αὐτοῦ μεταλλείας ἔχοντα ὄρη͵ καθήκει δὲ ταῦτα πρὸς τὸν Τάγον. τὰ μὲν οὖν τὰς μεταλλείας ἔχοντα χωρία ἀνάγκη τραχέα τε εἶναι καὶ παράλυπρα͵ οἷάπερ καὶ τὰ τῆι Καρπητανίαι συνάπτοντα καὶ ἔτι μᾶλλον τοῖς Κελτίβηρσι. τοιαύτη δὲ καὶ ἡ Βαιτουρία ξηρὰ ἔχουσα πεδία τὰ παρήκοντα τῶι Ἄναι.

2.4

Αὐτὴ δ᾽ ἡ Τουρδητανία θαυμαστῶς εὐτυχεῖ· παμφόρου δ᾽ οὔσης αὐτῆς͵ ὡσαύτως δὲ καὶ πολυφόρου͵ διπλασιάζεται τὰ εὐτυχήματα ταῦτα τῶι ἐκκομισμῶι· τὸ γὰρ περιττεῦον τῶν καρπῶν ἀπεμπολεῖται ῥαιδίως τῶι πλήθει τῶν ναυκληρίων. ποιοῦσι δὲ τοῦτο οἵ τε ποταμοὶ καὶ αἱ ἀναχύσεις͵ ὡς εἶπον͵ ἐμφερεῖς τοῖς ποταμοῖς οὖσαι καὶ ἀναπλεόμεναι παραπλησίως ἐκ θαλάττης οὐ μικροῖς μόνον ἀλλὰ καὶ μεγάλοις σκάφεσιν εἰς τὰς ἐν τῆι μεσογαίαι πόλεις. ἅπασα γάρ ἐστι πεδιὰς ἡ ὑπὲρ τῆς παραλίας ἐπὶ πολὺ τῆς μεταξὺ τοῦ τε ἱεροῦ ἀκρωτηρίου καὶ στηλῶν. ἐνταῦθα δὲ πολλαχοῦ κοιλάδες εἰς τὴν μεσόγαιαν ἐκ τῆς θαλάττης ἀνέχουσι φάραγξι μετρίαις ἢ καὶ ῥείθροις ἐοικυῖαι ποταμίοις͵ ἐκτεταμέναι ἐπὶ πολλοὺς σταδίους· ταύτας δὲ πληροῦσιν αἱ τῆς θαλάττης ἐπιβάσεις κατὰ τὰς πλημμυρίδας͵ ὥστ᾽ ἀναπλεῖσθαι μηδὲν ἧττον ἢ τοὺς ποταμούς͵ ἀλλὰ καὶ βέλτιον· τοῖς γὰρ κατάπλοις ἔοικε τοῖς ποταμίοις͵ ἀντικόπτοντος μὲν οὐδενός͵ ἐπουρίζοντος δὲ τοῦ πελάγους καθάπερ τοῦ ποταμίου ῥεύματος διὰ τὴν πλημμυρίδα. αἱ δ᾽ ἐπιβάσεις μείζους εἰσὶν ἐνταῦθα ἢ ἐν τοῖς ἄλλοις τόποις͵ ὅτι εἰς πόρον συνωθουμένη στενὸν ἡ θάλαττα ἐκ μεγάλου πελάγους͵ ὃν ἡ Μαυρουσία ποιεῖ πρὸς τὴν Ἰβηρίαν͵ ἀνακοπὰς λαμβάνει καὶ φέρεται πρὸς τὰ εἴκοντα μέρη τῆς γῆς εὐπετῶς. ἔνιαι μὲν οὖν τῶν τοιούτων κοιλάδων κενοῦνται κατὰ τὰς ἀμπώτεις͵ τινὰς δ᾽ οὐ παντάπασιν ἐπιλείπει τὸ ὕδωρ͵ ἔνιαι δὲ καὶ νήσους ἀπολαμβάνουσιν ἐν ἑαυταῖς. τοιαῦται μὲν οὖν εἰσιν αἱ ἀναχύσεις αἱ μεταξὺ τοῦ τε ἱεροῦ ἀκρωτηρίου καὶ τῶν στηλῶν͵ ἐπίδοσιν ἔχουσαι σφοδροτέραν παρὰ τὰς ἐν τοῖς ἄλλοις τόποις· ἡ τοιαύτη δ᾽ ἐπίδοσις ἔχει μέν τι καὶ πλεονέκτημα πρὸς τὰς χρείας τῶν πλοϊζομένων· πλείους γὰρ καὶ μείζους ποιεῖ τὰς ἀναχύσεις͵ πολλάκις καὶ ἐπὶ ὀκτὼ σταδίους ἀναπλεομένας͵ ὥστε τρόπον τινὰ πᾶσαν πλωτὴν παρέχεται τὴν γῆν καὶ εὐπετῆ πρός τε τὰς ἐξαγωγὰς τῶν φορτίων καὶ τὰς εἰσαγωγάς. ἔχει δέ τι καὶ ὀχληρόν· αἱ γὰρ ἐν τοῖς ποταμοῖς ναυτιλίαι διὰ τὴν σφοδρότητα τῆς πλημμυρίδος ἰσχυρότερον τῆι ῥύσει τῶν ποταμῶν ἀντιπνέουσαν κίνδυνον οὐ μικρὸν τοῖς ναυκληρίοις ἐπιφέρουσι κατακομιζομένοις τε ὁμοίως καὶ ἀνακομιζομένοις. αἱ δὲ ἀμπώτεις ἐν ταῖς ἀναχύσεσίν εἰσι βλαβεραί· ταῖς γὰρ πλημμυρίσιν ἀνὰ λόγον καὶ αὐταὶ παροξύνονται͵ διά τε τὸ τάχος καὶ ἐπὶ ξηρᾶς πολλάκις ἐγκατέλιπον τὴν ναῦν. τά τε βοσκήματα εἰς τὰς νήσους διαβαίνοντα τὰς πρὸ τῶν ἀναχύσεων τοτὲ μὲν οὖν καὶ ἐπεκλύσθη τοτὲ δὲ ἀπελήφθη͵ βιαζόμενα δ᾽ ἐπανελθεῖν οὐκ ἴσχυσεν ἀλλὰ διεφθάρη· τὰς δὲ βοῦς φασι καὶ τετηρηκυίας τὸ συμβαῖνον περιμένειν τὴν ἀναχώρησιν τῆς θαλάττης καὶ τότε ἀπαίρειν εἰς τὴν ἤπειρον.

2.5

Καταμαθόντες δ᾽ οὖν τὴν φύσιν τῶν τόπων οἱ ἄνθρωποι καὶ τὰς ἀναχύσεις ὁμοίως ὑπουργεῖν τοῖς ποταμοῖς δυναμένας πόλεις ἔκτισαν ἐπ᾽ αὐτῶν καὶ ἄλλας κατοικίας͵ καθάπερ ἐπὶ τῶν ποταμῶν· τούτων δ᾽ ἐστὶν ἥ τε Ἄστα καὶ Νάβρισσα καὶ Ὄνοβα καὶ Ὀσσόνοβα καὶ Μαίνοβα καὶ ἄλλαι πλείους. προσλαμβάνουσι δὲ καὶ διώρυγες ἔσθ᾽ ὅπου γεγονυῖαι τῶι πολλαχόθεν εἶναι καὶ πολλαχόσε τὴν κομιδὴν καὶ πρὸς ἀλλήλους καὶ πρὸς τοὺς ἔξω. καὶ αἱ σύρροιαι δὲ ὡσαύτως ὠφελοῦσι κατὰ τὰς ἐπὶ πολὺ πλήμας διαχεομένας ἐπὶ τῶν διειργόντων ἰσθμῶν τοὺς πόρους καὶ πλωτοὺς ἀπεργαζομένας͵ ὥστε πορθμεύεσθαι καὶ ἐκ τῶν ποταμῶν εἰς τὰς ἀναχύσεις κἀκεῖθεν δεῦρο. ἅπασα δ᾽ ἡ ἐμπορία πρὸς τὴν Ἰταλίαν ἐστὶ καὶ τὴν Ῥώμην͵ ἔχουσα τὸν πλοῦν [τόν τε] μέχρι τῶν στηλῶν ἀγαθὸν (πλὴν εἴ τίς ἐστι περὶ τὸν πορθμὸν δυσκολία) καὶ τὸν πελάγιον τὸν ἐν τῆι καθ᾽ ἡμᾶς θαλάττηι. διὰ γὰρ εὐδίου κλίματος οἱ δρόμοι συντελοῦνται καὶ μάλιστα τῶι πελαγίζοντι· τοῦτο δὲ πρόσφορόν ἐστι ταῖς ἐμπορικαῖς ὁλκάσιν. ἔχουσι δὲ καὶ οἱ ἄνεμοι τάξιν οἱ πελάγιοι· πρόσεστι δὲ καὶ ἡ νῦν εἰρήνη͵ τῶν ληιστηρίων καταλυθέντων͵ ὥσθ᾽ ἡ σύμπασα ὑπάρχει ῥαιστώνη τοῖς πλοϊζομένοις. ἴδιον δέ τί φησι Ποσειδώνιος τηρῆσαι κατὰ τὸν ἀνάπλουν τὸν ἐκ τῆς Ἰβηρίας͵ ὅτι οἱ εὖροι κατ᾽ ἐκεῖνο τὸ πέλαγος ἕως τοῦ Σαρδώιου κόλπου πνέοιεν ἐτησίαι· διὸ καὶ τρισὶ μησὶν εἰς Ἰταλίαν κατᾶραι μόλις παραδιενεχθεὶς περί τε τὰς Γυμνησίας νήσους καὶ περὶ Σαρδόνα καὶ τὰ ἄλλα ἀπαντικρὺ τούτων μέρη τῆς Λιβύης.

2.6

Ἐξάγεται δ᾽ ἐκ τῆς Τουρδητανίας σῖτός τε καὶ οἶνος πολὺς καὶ ἔλαιον οὐ πολὺ μόνον ἀλλὰ καὶ κάλλιστον· καὶ κηρὸς δὲ καὶ μέλι καὶ πίττα ἐξάγεται καὶ κόκκος πολλὴ καὶ μίλτος οὐ χείρων τῆς Σινωπικῆς γῆς. τά τε ναυπήγια συνιστᾶσιν αὐτόθι ἐξ ἐπιχωρίας ὕλης͵ ἅλες τε ὀρυκτοὶ παρ᾽ αὐτοῖς εἰσι καὶ ποταμῶν ἁλμυρῶν ῥεύματα οὐκ ὀλίγα· οὐκ ὀλίγη δὲ οὐδὲ ἐκ τῶν ὄψων ταριχεία οὐκ ἔνθεν μόνον ἀλλὰ καὶ ἐκ τῆς ἄλλης τῆς ἐκτὸς στηλῶν παραλίας͵ οὐ χείρων τῆς Ποντικῆς. πολλὴ δὲ καὶ ἐσθὴς πρότερον ἤρχετο͵ νῦν δὲ ἔρια μᾶλλον τῶν κοραξῶν. καὶ ὑπερβολή τίς ἐστι τοῦ κάλλους· ταλαντιαίους γοῦν ὠνοῦνται τοὺς κριοὺς εἰς τὰς ὀχείας. ὑπερβολὴ δὲ καὶ τῶν λεπτῶν ὑφασμάτων͵ ἅπερ οἱ Σαλτιγῖται κατασκευάζουσιν. ἄφθονος δὲ καὶ βοσκημάτων εὐπορία παντοίων καὶ κυνηγεσίων. τῶν δ᾽ ὀλεθρίων θηρίων σπάνις πλὴν τῶν γεωρύχων λαγιδέων͵ οὓς ἔνιοι λεβηρίδας προσαγορεύουσι· λυμαίνονται γὰρ καὶ φυτὰ καὶ σπέρματα ῥιζοφαγοῦντες· καὶ τοῦτο συμβαίνει καθ᾽ ὅλην τὴν Ἰβηρίαν σχεδόν τι͵ διατείνει δὲ καὶ μέχρι Μασσαλίας͵ ὀχλεῖ δὲ καὶ τὰς νήσους. οἱ δὲ τὰς Γυμνησίας οἰκοῦντες λέγονται πρεσβεύσασθαί ποτε πρὸς Ῥωμαίους κατὰ χώρας αἴτησιν· ἐκβάλλεσθαι γὰρ ὑπὸ τῶν ζώιων τούτων͵ ἀντέχειν μὴ δυνάμενοι διὰ τὸ πλῆθος. πρὸς μὲν οὖν τὸν τοσοῦτον ἴσως πόλεμον͵ ὃς οὐκ ἀεὶ συμβαίνει͵ φορᾶι δέ τινι λοιμικῆι καθάπερ ὄφεων καὶ μυῶν τῶν ἀρουραίων͵ χρεία τῆς τοσαύτης ἐπικουρίας͵ πρὸς δὲ τὸ μέτριον ἐξεύρηνται πλείους θῆραι· καὶ δὴ καὶ γαλᾶς ἀγρίας ἃς ἡ Λιβύη φέρει τρέφουσιν ἐπίτηδες͵ ἃς φιμώσαντες παριᾶσιν εἰς τὰς ὀπάς· αἱ δ᾽ ἐξέλκουσιν ἔξω τοῖς ὄνυξιν οὓς ἂν καταλάβωσιν͵ ἢ φεύγειν ἀναγκάζουσιν εἰς τὴν ἐπιφάνειαν͵ ἐκπεσόντας δὲ θηρεύουσιν οἱ ἐφεστῶτες. τὴν δὲ ἀφθονίαν τῶν ἐκκομιζομένων ἐκ τῆς Τουρδητανίας ἐμφανίζει τὸ μέγεθος καὶ τὸ πλῆθος τῶν ναυκληρίων· ὁλκάδες γὰρ μέγισται παρὰ τούτων πλέουσιν εἰς Δικαιάρχειαν καὶ τὰ Ὤστια τῆς Ῥώμης ἐπίνειον· τὸ δὲ πλῆθος μικροῦ δεῖν ἐνάμιλλον τοῖς Λιβυκοῖς.

2.7

Τοιαύτης δὲ τῆς μεσογαίας οὔσης τῆς ἐν τῆι Τουρδητανίαι͵ καὶ τὴν παράλιον ἐνάμιλλον εὕροι τις ἂν τοῖς ἐκ θαλάττης ἀγαθοῖς· τά τε γὰρ ὀστρεώδη πάντα καὶ κογχοειδῆ καὶ τοῖς πλήθεσιν ὑπερβάλλει καὶ τοῖς μεγέθεσι καθόλου κατὰ τὴν ἔξω θάλατταν πᾶσαν͵ ἐνταῦθα δὲ διαφερόντως͵ ἅτε καὶ τῶν πλημμυρίδων καὶ τῶν ἀμπώτεων ἐνταῦθα αὐξομένων͵ ἃς εἰκὸς αἰτίας εἶναι καὶ τοῦ πλήθους καὶ τοῦ μεγέθους διὰ τὴν γυμνασίαν. ὡς δ᾽ αὕτως ἔχει καὶ περὶ τῶν κητέων ἁπάντων͵ ὀρύγων τε καὶ φαλαινῶν καὶ φυσητήρων͵ ὧν ἀναφυσησάντων φαίνεταί τις νεφώδους ὄψις κίονος τοῖς πόρρωθεν ἀφορῶσι· καὶ οἱ γόγγροι δὲ ἀποθηριοῦνται πολὺ τῶν παρ᾽ ἡμῖν ὑπερβεβλημένοι κατὰ τὸ μέγεθος͵ καὶ αἱ σμύραιναι καὶ ἄλλα πλείω τῶν τοιούτων ὄψων. ἐν δὲ Καρτηίαι κήρυκας δεκακοτύλους καὶ πορφύρας φασίν· ἐν δὲ τοῖς ἐξωτέροις τόποις καὶ μείζους ὀγδοήκοντα μνῶν τὴν σμύραιναν καὶ τὸν γόγγρον͵ ταλαντιαῖον δὲ τὸν πολύποδα͵ διπήχεις δὲ τὰς τευθίδας καὶ τὰ παραπλήσια. πολὺς δὲ καὶ ὁ θύννος συνελαύνεται δεῦρο ἀπὸ τῆς ἄλλης τῆς ἔξωθεν παραλίας πίων καὶ παχύς. τρέφεται δὲ βαλάνωι δρυΐνηι φυομένηι κατὰ τῆς θαλάττης χαμαιζήλωι τινὶ παντάπασιν͵ ἁδρότατον δ᾽ ἐκφερούσηι καρπόν· ἥπερ καὶ ἐν τῆι γῆι φύεται πολλὴ κατὰ τὴν Ἰβηρίαν͵ ῥίζας μὲν ἔχουσα μεγάλας ὡς ἂν τελείας δρυός͵ ἐξαιρομένη δὲ θάμνου ταπεινῆς ἧττον· τοσοῦτον δ᾽ ἐκφέρει καρπὸν ὥστε μετὰ τὴν ἀκμὴν πλήρη τὴν παραλίαν [βαλάνου] εἶναι τήν τε ἐντὸς καὶ τὴν ἐκτὸς στηλῶν͵ ἣν ἐκβάλλουσιν αἱ πλῆμαι· ἡ δ᾽ ἐντὸς στηλῶν ἐλάττων ἀεὶ καὶ μᾶλλον εὑρίσκεται. λέγει δ᾽ ὁ Πολύβιος καὶ μέχρι τῆς Λατίνης ἐκπίπτειν τὴν βάλανον ταύτην͵ εἰ μὴ ἄρα (φησί) καὶ ἡ Σαρδὼ φέρει καὶ ἡ πλησιόχωρος ταύτηι. καὶ οἱ θύννοι δ᾽ ὅσωι πλέον συνεγγίζουσι ταῖς στήλαις ἔξωθεν φερόμενοι͵ τοσῶιδ᾽ ἰσχναίνονται πλέον τῆς τροφῆς ἐπιλειπούσης· εἶναί τε παρὰ θαλάττιον ὗν τὸ ζῶιον τοῦτο· ἥδεσθαι γὰρ τῆι βαλάνωι καὶ πιαίνεσθαι διαφερόντως ὑπ᾽ αὐτῆς͵ φορᾶς τε τῆς βαλάνου γενομένης φορὰν καὶ τῶν θύννων εἶναι.

2.8

Τοσούτοις δὲ τῆς προειρημένης χώρας ἀγαθοῖς κεχορηγημένης͵ οὐχ ἥκιστα͵ ἀλλὰ καὶ μάλιστα ἀποδέξαιτ᾽ ἄν τις καὶ θαυμάσειε τὸ περὶ τὰς μεταλλείας εὐφυές· ἅπασα μὲν γὰρ μεστὴ τῶν τοιούτων ἐστὶν ἡ τῶν Ἰβήρων χώρα͵ οὐ πᾶσα δ᾽ εὔκαρπος οὐδ᾽ εὐδαίμων οὕτως καὶ μάλιστα ἡ τῶν μετάλλων εὐποροῦσα. σπάνιον δ᾽ ἐν ἀμφοτέροις εὐτυχεῖν͵ σπάνιον δὲ καὶ τὸ τὴν αὐτὴν ἐν ὀλίγωι χωρίωι παντοίοις πληθύνειν μετάλλοις. ἡ δὲ Τουρδητανία καὶ ἡ προσεχὴς αὐτῆι λόγον οὐδένα ἄξιον καταλείπει περὶ τήνδε τὴν ἀρετὴν τοῖς ἐπαινεῖν βουλομένοις. οὔτε γὰρ χρυσός͵ οὐκ ἄργυρος͵ οὐδὲ δὴ χαλκός͵ οὐδὲ σίδηρος οὐδαμοῦ τῆς γῆς οὔτε τοσοῦτος οὔθ᾽ οὕτως ἀγαθὸς ἐξήτασται γεννώμενος μέχρι νῦν. ὁ δὲ χρυσὸς οὐ μεταλλεύεται μόνον ἀλλὰ καὶ σύρεται· καταφέρουσι δ᾽ οἱ ποταμοὶ καὶ οἱ χείμαρροι τὴν χρυσῖτιν ἄμμον͵ πολλαχοῦ καὶ ἐν τοῖς ἀνύδροις τόποις οὖσαν͵ ἀλλ᾽ ἐκεῖ μὲν ἀφανής ἐστιν͵ ἐν δὲ τοῖς ἐπικλύστοις ἀπολάμπει τὸ τοῦ χρυσοῦ ψῆγμα· καὶ τοὺς ἀνύδρους δὲ φορητῶι ἐπικλύζοντες ὕδατι στιλπνὸν ποιοῦσι τὸ ψῆγμα͵ καὶ φρέατα δ᾽ ὀρύσσοντες καὶ ἄλλας τέχνας ἐπινοοῦντες πλύσει τῆς ἄμμου τὸν χρυσὸν ἐκλαμβάνουσι͵ καὶ πλείω τῶν χρυσωρυχείων ἐστὶ νῦν τὰ χρυσοπλύσια προσαγορευόμενα. ἀξιοῦσι δὲ Γαλάται [κράτισ]τα παρ᾽ ἑαυτοῖς εἶναι τὰ μέταλλα τά τε ἐν τῶι Κεμμένωι ὄρει καὶ τὰ ὑπ᾽ αὐτῆι κείμενα τῆι Πυρήνηι· τὸ μέντοι πλέον τἀντεῦθεν εὐδοκιμεῖ. ἐν δὲ τοῖς ψήγμασι τοῦ χρυσίου φασὶν εὑρίσκεσθαί ποτε καὶ ἡμιλιτριαίας βώλους ἃς καλοῦσι πάλας͵ μικρᾶς καθάρσεως δεομένας. φασὶ δὲ καὶ λίθων σχιζομένων εὑρίσκειν βωλάρια θηλαῖς ὅμοια· ἐκ δὲ τοῦ χρυσοῦ ἑψομένου καὶ καθαιρομένου στυπτηριώδει τινὶ γῆι τὸ κάθαρμα ἤλεκτρον εἶναι· πάλιν δὲ τούτου καθεψομένου͵ μῖγμα ἔχοντος ἀργύρου καὶ χρυσοῦ͵ τὸν μὲν ἄργυρον ἀποκαίεσθαι τὸν δὲ χρυσὸν ὑπομένειν· εὐδιάχυτος γὰρ ὁ τύπος καὶ λιπώδης· διὰ τοῦτο καὶ τῶι ἀχύρωι τήκεται μᾶλλον ὁ χρυσός͵ ὅτι ἡ φλὸξ μαλακὴ οὖσα συμμέτρως ἔχει πρὸς τὸ εἶκον καὶ διαχεόμενον ῥαιδίως͵ ὁ δὲ ἄνθραξ ἐπαναλίσκει πολὺ ὑπερτήκων τῆι σφοδρότητι καὶ ἐξαίρων. ἐν δὲ τοῖς ῥείθροις σύρεται καὶ πλύνεται πλησίον ἐν σκάφαις͵ ἢ ὀρύττεται φρέαρ͵ ἡ δὲ ἀνενεχθεῖσα γῆ πλύνεται. τὰς δὲ τοῦ ἀργύρου καμίνους ποιοῦσιν ὑψηλάς͵ ὥστε τὴν ἐκ τῶν βώλων λιγνὺν μετέωρον ἐξαίρεσθαι· βαρεῖα γάρ ἐστι καὶ ὀλέθριος. τῶν δὲ χαλκουργείων τινὰ καλεῖται χρυσεῖα͵ ἐξ ὧν τεκμαίρονται χρυσὸν ἐξ αὐτῶν ὀρύττεσθαι πρότερον.

2.9

Ποσειδώνιος δὲ τὸ πλῆθος τῶν μετάλλων ἐπαινῶν καὶ τὴν ἀρετὴν οὐκ ἀπέχεται τῆς συνήθους ῥητορείας͵ ἀλλὰ συνενθουσιᾶι ταῖς ὑπερβολαῖς· οὐ γὰρ ἀπιστεῖν τῶι μύθωι φησὶν ὅτι τῶν δρυμῶν ποτε ἐμπρησθέντων ἡ γῆ τακεῖσα͵ ἅτε ἀργυρῖτις καὶ χρυσῖτις͵ εἰς τὴν ἐπιφάνειαν ἐξέζεσε διὰ τὸ πᾶν ὄρος καὶ πάντα βουνὸν ὕλην εἶναι νομίσματος ὑπό τινος ἀφθόνου τύχης σεσωρευμένην. καθόλου δ᾽ ἂν εἶπε (φησίν) ἰδών τις τοὺς τόπους θησαυροὺς εἶναι φύσεως ἀενάους ἢ ταμιεῖον ἡγεμονίας ἀνέκλειπτον· οὐ γὰρ πλουσία μόνον ἀλλὰ καὶ ὑπόπλουτος ἦν (φησίν) ἡ χώρα͵ καὶ παρ᾽ ἐκείνοις ὡς ἀληθῶς τὸν ὑποχθόνιον τόπον οὐχ ὁ Ἅιδης ἀλλ᾽ ὁ Πλούτων κατοικεῖ. τοιαῦτα μὲν οὖν ἐν ὡραίωι σχήματι εἴρηκε περὶ τούτων͵ ὡς ἂν ἐκ μετάλλου καὶ αὐτὸς πολλῶι χρώμενος τῶι λόγωι. τὴν δ᾽ ἐπιμέλειαν φράζων τὴν τῶν μεταλλευόντων παρατίθησι τὸ τοῦ Φαληρέως͵ ὅτι φησὶν ἐκεῖνος ἐπὶ τῶν Ἀττικῶν ἀργυρείων͵ οὕτω συντόνως ὀρύττειν τοὺς ἀνθρώπους ὡς ἂν προσδοκώντων αὐτὸν ἀνάξειν τὸν Πλούτωνα· καὶ τούτων οὖν ἐμφανίζει παραπλησίαν τὴν σπουδὴν καὶ τὴν φιλεργίαν͵ σκολιὰς τεμνόντων καὶ βαθείας τὰς σύριγγας καὶ πρὸς τοὺς ἐν αὐταῖς ἀπαντῶντας ποταμοὺς πολλάκις τοῖς Αἰγυπτίοις ἀναντλούντων κοχλίαις. *τὸν δόλον οὐ ταὐτὸν εἶναι τούτοις τε καὶ τοῖς Ἀττικοῖς͵ ἀλλ᾽ ἐκείνοις μὲν αἰνίγματι ἐοικέναι τὴν μεταλλείαν· ὅσα μὲν γὰρ ἀνέλαβον (φησίν) οὐκ ἔλαβον͵ ὅσα δὲ εἶχον͵ ἀπέβαλον· τούτοις δ᾽ ὑπεράγαν λυσιτελεῖν͵ τοῖς μὲν χαλκουργοῖς τέταρτον μέρος ἐξάγουσι τῆς γῆς τὸν χαλκόν͵ τῶν δὲ ἀργυρευόντων τισὶν ἰδιωτῶν ἐν τρισὶν ἡμέραις Εὐβοϊκὸν τάλαντον ἐξαίρουσι. τὸν δὲ καττίτερον οὐκ ἐπιπολῆς εὑρίσκεσθαί φησιν͵ ὡς τοὺς ἱστορικοὺς θρυλεῖν͵ ἀλλ᾽ ὀρύττεσθαι· γεννᾶσθαι δ᾽ ἔν τε τοῖς ὑπὲρ τοὺς Λυσιτανοὺς βαρβάροις καὶ ἐν ταῖς Καττιτερίσι νήσοις͵ καὶ ἐκ τῶν Βρεττανικῶν δὲ εἰς τὴν Μασσαλίαν κομίζεσθαι. ἐν δὲ τοῖς Ἀρτάβροις͵ οἳ τῆς Λυσιτανίας ὕστατοι πρὸς ἄρκτον καὶ δύσιν εἰσίν͵ ἐξανθεῖν φησιν τὴν γῆν ἀργύρωι͵ καττιτέρωι͵ χρυσῶι λευκῶι (ἀργυρομιγὴς γάρ ἐστι)͵ τὴν δὲ γῆν ταύτην φέρειν τοὺς ποταμούς· τὴν δὲ σκαλίσι τὰς γυναῖκας διαμώσας πλύνειν ἐν ἠθητηρίοις πλεκτοῖς εἰς κίστην. οὗτος μὲν περὶ τῶν μετάλλων τοιαῦτ᾽ εἴρηκε.

2.10

Πολύβιος δὲ τῶν περὶ Καρχηδόνα νέαν ἀργυρείων μνησθεὶς μέγιστα μὲν εἶναί φησι͵ διέχειν δὲ τῆς πόλεως ὅσον εἴκοσι σταδίους͵ περιειληφότα κύκλον τετρακοσίων σταδίων͵ ὅπου τέτταρας μυριάδας ἀνθρώπων μένειν τῶν ἐργαζομένων͵ ἀναφέροντας τότε τῶι δήμωι τῶν Ῥωμαίων καθ᾽ ἑκάστην ἡμέραν δισμυρίας καὶ πεντακισχιλίας δραχμάς. τὴν δὲ κατεργασίαν τὴν μὲν ἄλλην ἐῶ (μακρὰ γάρ ἐστι)͵ τὴν δὲ συρτὴν βῶλον τὴν ἀργυρῖτίν φησι κόπτεσθαι καὶ κοσκίνοις εἰς ὕδωρ διαττᾶσθαι· κόπτεσθαι δὲ πάλιν τὰς ὑποστάσεις͵ καὶ πάλιν διηθουμένας ἀποχεομένων τῶν ὑδάτων κόπτεσθαι· τὴν δὲ πέμπτην ὑπόστασιν χωνευθεῖσαν͵ ἀποχυθέντος τοῦ μολίβδου͵ καθαρὸν τὸν ἄργυρον ἐξάγειν. ἔστι δὲ καὶ νῦν τὰ ἀργυρεῖα͵ οὐ μέντοι δημόσια οὔτε ἐνταῦθα οὔτε ἐν τοῖς ἄλλοις τόποις͵ ἀλλ᾽ εἰς ἰδιωτικὰς μεθέστηκε κτήσεις· τὰ δὲ χρυσεῖα δημοσιεύεται τὰ πλείω. ἐν δὲ καὶ Καστλῶνι καὶ ἄλλοις τόποις ἴδιόν ἐστι μέταλλον ὀρυκτοῦ μολίβδου· παραμέμικται δέ τι καὶ τούτωι τοῦ ἀργύρου μικρόν͵ οὐχ ὥστε λυσιτελεῖν ἀποκαθαίρειν αὐτόν.

2.11

Οὐ πολὺ δ᾽ ἄπωθεν τοῦ Καστλῶνος ἔστι καὶ τὸ ὄρος ἐξ οὗ ῥεῖν φασι τὸν Βαῖτιν͵ ὃ καλοῦσιν Ἀργυροῦν διὰ τὰ ἀργυρεῖα τὰ ἐν αὐτῶι. Πολύβιος δὲ καὶ τὸν Ἄναν καὶ τοῦτον ἐκ τῆς Κελτιβηρίας ῥεῖν φησι͵ διέχοντας ἀλλήλων ὅσον ἐνακοσίους σταδίους· αὐξηθέντες γὰρ οἱ Κελτίβηρες ἐποίησαν καὶ τὴν πλησιόχωρον πᾶσαν ὁμώνυμον ἑαυτοῖς. ἐοίκασι δ᾽ οἱ παλαιοὶ καλεῖν τὸν Βαῖτιν Ταρτησσόν͵ τὰ δὲ Γάδειρα καὶ τὰς πρὸς αὐτὴν νήσους Ἐρύθειαν· διόπερ οὕτως εἰπεῖν ὑπολαμβάνουσι Στησίχορον περὶ τοῦ Γηρυόνος βουκόλου διότι γεννηθείη «σχεδὸν ἀντιπέρας κλεινᾶς Ἐρυθείας Ταρτησσοῦ ποταμοῦ παρὰ παγὰς ἀπείρονας ἀργυρορίζους͵ ἐν κευθμῶνι πέτρας». δυεῖν δὲ οὐσῶν ἐκβολῶν τοῦ ποταμοῦ πόλιν ἐν τῶι μεταξὺ χώρωι κατοικεῖσθαι πρότερον φασίν͵ ἣν καλεῖσθαι Ταρτησσὸν ὁμώνυμον τῶι ποταμῶι͵ καὶ τὴν χώραν Ταρτησσίδα͵ ἣν νῦν Τουρδοῦλοι νέμονται. καὶ Ἐρατοσθένης δὲ τὴν συνεχῆ τῆι Κάλπηι Ταρτησσίδα καλεῖσθαί φησι καὶ Ἐρύθειαν νῆσον εὐδαίμονα. πρὸς ὃν Ἀρτεμίδωρος ἀντιλέγων καὶ ταῦτα ψευδῶς λέγεσθαί φησιν ὑπ᾽ αὐτοῦ καθάπερ καὶ τὸ ἀπὸ Γαδείρων ἐπὶ τὸ ἱερὸν ἀκρωτήριον διάστημα ἀπέχειν ἡμερῶν πέντε πλοῦν͵ οὐ πλειόνων ὄντων ἢ χιλίων καὶ ἑπτακοσίων σταδίων͵ καὶ τὸ τὰς ἀμπώτεις μέχρι δεῦρο περατοῦσθαι ἀντὶ τοῦ κύκλωι περὶ πᾶσαν τὴν οἰκουμένην συμβαίνειν͵ καὶ τὸ τὰ προσαρκτικὰ μέρη τῆς Ἰβηρίας εὐπαροδώτερα εἶναι πρὸς τὴν Κελτικὴν ἢ κατὰ τὸν ὠκεανὸν πλέουσι͵ καὶ ὅσα δὴ ἄλλα εἴρηκε Πυθέαι πιστεύσας.

2.12

Ὁ δὲ ποιητὴς πολύφωνός τις ὢν καὶ πολυίστωρ δίδωσιν ἀφορμὰς ὡς οὐδὲ τούτων ἀνήκοός ἐστι τῶν τόπων͵ εἴ τις ὀρθῶς συλλογίζεσθαι βούλοιτο ἀπ᾽ ἀμφοῖν͵ τῶν τε χεῖρον λεγομένων περὶ αὐτῶν καὶ τῶν ἄμεινον καὶ ἀληθέστερον. χεῖρον μέν͵ ὅτι πρὸς δύσιν ἐσχάτη ἤκουεν αὕτη͵ ὅπου͵ καθάπερ αὐτός φησιν͵ εἰς τὸν ὠκεανὸν ἐμπίπτει «λαμπρὸν φάος ἠελίοιο͵ ἕλκον νύκτα μέλαιναν ἐπὶ ζείδωρον ἄρουραν». ἡ δὲ νὺξ ὅτι δύσφημον καὶ τῶι Ἅιδηι πλησιάζον͵ ὁ δὲ Ἅιδης τῶι Ταρτάρωι͵ εἰκάζοι ἄν τις ἀκούοντα περὶ Ταρτησσοῦ τὸν Τάρταρον ἐκεῖθεν παρονομάσαι τὸν ἔσχατον τῶν ὑποχθονίων τόπων͵ προσθεῖναι δὲ καὶ μῦθον τὸ ποιητικὸν σώζοντα. καθάπερ καὶ τοὺς Κιμμερίους εἰδὼς ἐν βορείοις καὶ ζοφεροῖς οἰκήσαντας τόποις τοῖς κατὰ τὸν Βόσπορον ἵδρυσεν αὐτοὺς πρὸς τῶι Ἅιδηι͵ τάχα καὶ κατά τι κοινὸν τῶν Ἰώνων ἔχθος πρὸς τὸ φῦλον τοῦτο· καὶ γὰρ καθ᾽ Ὅμηρον ἢ μικρὸν πρὸ αὐτοῦ λέγουσι τὴν τῶν Κιμμερίων ἔφοδον γενέσθαι τὴν μέχρι τῆς Αἰολίδος καὶ τῆς Ἰωνίας. ταῖς δὲ Κυανέαις ἐποίησε παραπλησίως τὰς Πλαγκτάς͵ ἀεὶ τοὺς μύθους ἀπό τινων ἱστοριῶν ἐνάγων. χαλεπὰς γάρ τινας μυθεύει πέτρας͵ καθάπερ τὰς Κυανέας φασίν͵ ἐξ οὗ καὶ Συμπληγάδες καλοῦνται· διόπερ καὶ τὸν Ἰάσονος παρέθηκε δι᾽ αὐτῶν πλοῦν· καὶ ὁ κατὰ τὰς στήλας δὲ πορθμὸς καὶ ὁ κατὰ Σικελίαν ὑπηγόρευον αὐτῶι τὸν περὶ τῶν Πλαγκτῶν μῦθον. πρὸς μὲν δὴ τὸ χεῖρον ἀπὸ τῆς τοῦ Ταρτάρου μυθοποιίας αἰνίττοιτό τις ἂν τὴν τῶν τόπων μνήμην τῶν περὶ Ταρτησσόν.

2.13

Πρὸς δὲ τὸ βέλτιον ἐκ τούτων· ἥ τε γὰρ Ἡρακλέους στρατεία μέχρι δεῦρο προελθοῦσα καὶ τῶν Φοινίκων ὑπέγραφεν αὐτῶι πλοῦτόν τινα καὶ ῥαιθυμίαν τῶν ἀνθρώπων· οὗτοι γὰρ Φοίνιξιν οὕτως ἐγένοντο σφόδρα ὑποχείριοι ὥστε τὰς πλείους τῶν ἐν τῆι Τουρδητανίαι πόλεων καὶ τῶν πλησίον τόπων ὑπ᾽ ἐκείνων νῦν οἰκεῖσθαι. καὶ ἡ τοῦ Ὀδυσσέως δὲ στρατεία δοκεῖ μοι δεῦρο γενηθεῖσα καὶ ἱστορηθεῖσα ὑπ᾽ αὐτοῦ παραδοῦναι πρόφασιν͵ ὥστε τὴν Ὀδύσσειαν καθάπερ καὶ τὴν Ἰλιάδα ἀπὸ τῶν συμβάντων μεταγαγεῖν εἰς ποίησιν καὶ τὴν συνήθη τοῖς ποιηταῖς μυθοποιίαν. οὐ γὰρ μόνον οἱ κατὰ τὴν Ἰταλίαν καὶ Σικελίαν τόποι καὶ ἄλλοι τινὲς τῶν τοιούτων σημεῖα ὑπογράφουσιν͵ ἀλλὰ καὶ ἐν τῆι Ἰβηρίαι Ὀδύσσεια πόλις δείκνυται καὶ Ἀθηνᾶς ἱερὸν καὶ ἄλλα μυρία ἴχνη τῆς τε ἐκείνου πλάνης καὶ ἄλλων τῶν ἐκ τοῦ Τρωικοῦ πολέμου [περι]γενομένων ἐπ᾽ ἴσης κακώσαντος τούς τε πολεμηθέντας καὶ τοὺς ἑλόντας τὴν Τροίαν· καὶ γὰρ οὗτοι Καδμείαν νίκην ἐτύγχανον ἠρμένοι͵ τῶν τε οἴκων αὐτοῖς κατεφθαρμένων καὶ τῶν λαφύρων ὀλίγων εἰς ἕκαστον ἐληλυθότων· συνέβη [δὴ] τοῖς περιλειφθεῖσιν ἀπελθοῦσιν ἐκ τῶν κινδύνων κατὰ ληιστείας τρέπεσθαι͵ τοῖς μὲν διὰ τὸ ἐκπεπορθῆσθαι τοῖς δὲ διὰ τὴν αἰσχύνην͵ ἑκάστου προλαβόντος «αἰσχρόν τοι δηρόν τε μένειν» ἄνευ τῶν οἰκείων «κενεόν τε νέεσθαι» παρ᾽ αὐτοὺς πάλιν. ἥ τε τοῦ Αἰνείου παραδέδοται πλάνη καὶ Ἀντήνορος καὶ ἡ τῶν Ἑνετῶν· ὡσαύτως καὶ ἡ Διομήδους τε καὶ Μενελάου καὶ ἄλλων πλειόνων. ὁ τοίνυν ποιητὴς τὰς τοσαύτας στρατείας ἐπὶ τὰ ἔσχατα τῆς Ἰβηρίας ἱστορηκώς͵ πυνθανόμενος δὲ καὶ πλοῦτον καὶ τὰς ἄλλας ἀρετὰς (οἱ γὰρ Φοίνικες ἐδήλουν τοῦτο) ἐνταῦθα τὸν τῶν εὐσεβῶν ἔπλασε χῶρον καὶ τὸ Ἠλύσιον πεδίον͵ οὗ φησιν ὁ Πρωτεὺς ἀποικήσειν τὸν Μενέλαον «ἀλλά σ᾽ ἐς Ἠλύσιον πεδίον καὶ πείρατα γαίης ἀθάνατοι πέμψουσιν͵ ὅθι ξανθὸς Ῥαδάμανθυς· τῆι περ ῥηίστη βιοτὴ πέλει ἀνθρώποισιν· οὐ νιφετὸς οὔτ᾽ ἂρ χειμὼν πολὺς οὐδέ ποτ᾽ ὄμβρος͵ ἀλλ᾽ αἰεὶ ζεφύροιο λιγὺ πνείοντας ἀήτας ὠκεανὸς ἀνίησιν ἀναψύχειν ἀνθρώπους». τό τε γὰρ εὐάερον καὶ τὸ εὔπνουν τοῦ ζεφύρου ταύτης ἐστὶ τῆς χώρας οἰκεῖον ἑσπερίου τε καὶ ἀλεεινῆς οὔσης͵ τό τε ἐπὶ τοῖς πέρασι τῆς γῆς ἐφ᾽ οἷς καὶ τὸν Ἅιδην μεμυθεῦσθαι ἔφαμεν͵ ὅ τε Ῥαδάμανθυς παρατεθεὶς ὑπογράφει τὸν πλησίον τῶι Μίνωι τόπον͵ περὶ οὗ φησίν «ἔνθ᾽ ἤτοι Μίνωα ἴδον Διὸς ἀγλαὸν υἱόν͵ χρύσεον σκῆπτρον ἔχοντα͵ θεμιστεύοντα νέκυσσι». καὶ οἱ μετὰ ταῦτα δὲ ποιηταὶ παραπλήσια θρυλοῦσι͵ τήν τε ἐπὶ τὰς Γηρυόνου βόας στρατείαν καὶ τὴν ἐπὶ τὰ μῆλα τῶν Ἑσπερίδων τὰ χρύσεα ὡσαύτως͵ καὶ μακάρων τινὰς νήσους κατονομάζοντες͵ ἃς καὶ νῦν δεικνυμένας ἴσμεν οὐ πολὺ ἄπωθεν τῶν ἄκρων τῆς Μαυρουσίας τῶν ἀντικειμένων τοῖς Γαδείροις.

2.14

Τοὺς δὲ Φοίνικας λέγω μηνυτάς· καὶ τῆς Ἰβηρίας καὶ τῆς Λιβύης τὴν ἀρίστην οὗτοι κατέσχον πρὸ τῆς ἡλικίας τῆς Ὁμήρου καὶ διετέλεσαν κύριοι τῶν τόπων ὄντες͵ μέχρι οὗ Ῥωμαῖοι κατέλυσαν αὐτῶν τὴν ἡγεμονίαν. τοῦ δ᾽ Ἰβηρικοῦ πλούτου καὶ ταῦτα μαρτύρια· Καρχηδόνιοι μετὰ τοῦ Βάρκα στρατεύσαντες κατέλαβον͵ ὥς φασιν οἱ συγγραφεῖς͵ φάτναις ἀργυραῖς καὶ πίθοις χρωμένους τοὺς ἐν τῆι Τουρδητανίαι. ὑπολάβοι δ᾽ ἄν τις ἐκ τῆς πολλῆς εὐδαιμονίας καὶ μακραίωνας ὀνομασθῆναι τοὺς ἐνθάδε ἀνθρώπους͵ καὶ μάλιστα τοὺς ἡγεμόνας͵ καὶ διὰ τοῦτο Ἀνακρέοντα μὲν οὕτως εἰπεῖν «ἔγωγ᾽ οὔτ᾽ ἂν Ἀμαλθίης βουλοίμην κέρας οὔτ᾽ ἔτεα πεντήκοντά τε καὶ ἑκατὸν Ταρτησσοῦ βασιλεῦσαι»͵ Ἡρόδοτον δὲ καὶ τὸ ὄνομα τοῦ βασιλέως καταγράψαι καλέσαντα Ἀργανθώνιον.

2.15

Τῆι δὲ τῆς χώρας εὐδαιμονίαι καὶ τὸ ἥμερον καὶ τὸ πολιτικὸν συνηκολούθησε τοῖς Τουρδητανοῖς͵ καὶ τοῖς Κελτικοῖς δὲ διὰ τὴν γειτνίασιν͵ ὡς δ᾽ εἴρηκε Πολύβιος διὰ τὴν συγγένειαν· ἀλλ᾽ ἐκείνοις μὲν ἧττον· τὰ πολλὰ γὰρ κωμηδὸν ζῶσιν. οἱ μέντοι Τουρδητανοὶ καὶ μάλιστα οἱ περὶ τὸν Βαῖτιν τελέως εἰς τὸν Ῥωμαίων μεταβέβληνται τρόπον οὐδὲ τῆς διαλέκτου τῆς σφετέρας ἔτι μεμνημένοι. Λατῖνοί τε οἱ πλεῖστοι γεγόνασι καὶ ἐποίκους εἰλήφασι Ῥωμαίους͵ ὥστε μικρὸν ἀπέχουσι τοῦ πάντες εἶναι Ῥωμαῖοι. αἵ τε νῦν συνωικισμέναι πόλεις͵ ἥ τε ἐν τοῖς Κελτικοῖς Παξαυγοῦστα καὶ ἡ ἐν τοῖς Τουρδούλοις Αὐγοῦστα Ἠμέριτα καὶ ἡ περὶ τοὺς Κελτίβηρας Καισαραυγοῦστα καὶ ἄλλαι ἔνιαι κατοικίαι͵ τὴν μεταβολὴν τῶν λεχθεισῶν πολιτειῶν ἐμφανίζουσι. καὶ δὴ τῶν Ἰβήρων ὅσοι ταύτης εἰσὶ τῆς ἰδέας τογᾶτοι λέγονται· ἐν δὲ τούτοις εἰσὶ καὶ οἱ Κελτίβηρες οἱ πάντων νομισθέντες ποτὲ θηριωδέστατοι. ταῦτα μὲν περὶ τούτων.


Κεφάλαιο 3

3.1

Ἀπὸ δὲ τοῦ ἱεροῦ πάλιν ἀκρωτηρίου τὴν ἀρχὴν λαμβάνουσιν ἐπὶ θάτερον μέρος τῆς παραλίας τὸ πρὸς τὸν Τάγον κόλπος ἐστίν· ἔπειτα ἄκρα τὸ Βαρβάριον καὶ αἱ τοῦ Τάγου ἐκβολαὶ πλησίον͵ ἐφ᾽ ἃς εὐθυπλοίαι ... στάδιοι δ᾽ εἰσὶ δέκα· ἐνταῦθα δὲ καὶ ἀναχύσεις͵ ὧν μία ἐπὶ πλείους ἢ τετρακοσίους σταδίους ἀπὸ τοῦ λεχθέντος πύργου͵ καθ᾽ ἣν ὑδρεύονται εἴ που λακκαῖα. ὁ δὲ Τάγος καὶ τὸ πλάτος ἔχει τοῦ στόματος εἴκοσί που σταδίων καὶ τὸ βάθος μέγα͵ ὥστε μυριαγωγοῖς ἀναπλεῖσθαι. δύο δ᾽ ἀναχύσεις ἐν τοῖς ὑπερκειμένοις ποιεῖται πεδίοις͵ ὅταν αἱ πλῆμαι γίνωνται͵ ὥστε πελαγίζειν μὲν ἐπὶ ἑκατὸν καὶ πεντήκοντα σταδίους καὶ ποιεῖν πλωτὸν τὸ πεδίον͵ ἐν δὲ τῆι ἐπάνω ἀναχύσει καὶ νησίον ἀπολαμβάνειν ὅσον τριάκοντα σταδίων τὸ μῆκος͵ πλάτος δὲ μικρὸν ἀπολεῖπον τοῦ μήκους͵ εὐαλσὲς καὶ εὐάμπελον. κεῖται δ᾽ ἡ νῆσος κατὰ Μόρωνα πόλιν εὖ κειμένην ἐν ὄρει τοῦ ποταμοῦ πλησίον͵ ἀφεστῶσαν τῆς θαλάττης ὅσον πεντακοσίους σταδίους͵ ἔχουσαν δὲ καὶ χώραν ἀγαθὴν τὴν πέριξ καὶ τοὺς ἀνάπλους εὐπετεῖς μέχρι μὲν πολλοῦ καὶ μεγάλοις σκάφεσι͵ τὸ δὲ λοιπὸν τοῖς ποταμίοις· καὶ ὑπὲρ τὸν Μόρωνα δ᾽ ἔτι μακρότερος ἀνάπλους ἐστί. ταύτηι δὲ τῆι πόλει Βροῦτος ὁ Καλλαϊκὸς προσαγορευθεὶς ὁρμητηρίωι χρώμενος ἐπολέμησε πρὸς τοὺς Λυσιτανοὺς καὶ κατέστρεψε τούτους. τοῖς δὲ τοῦ ποταμοῦ πλίθροις ἐπετείχισε τὴν Ὀλυσιπῶνα͵ ἵν᾽ ἔχοι τοὺς ἀνάπλους ἐλευθέρους καὶ τὰς ἀνακομιδὰς τῶν ἐπιτηδείων͵ ὥστε καὶ τῶν περὶ τὸν Τάγον πόλεων αὗται κράτισται. πολύιχθυς δ᾽ ὁ ποταμὸς καὶ ὀστρέων πλήρης. ῥεῖ δ᾽ ἔχων τὰς ἀρχὰς ἐκ Κελτιβήρων διὰ Οὐεττώνων καὶ Καρπητανῶν καὶ Λυσιτανῶν ἐπὶ δύσιν ἰσημερινήν͵ μέχρι ποσοῦ παράλληλος ὢν τῶι τε Ἄναι καὶ τῶι Βαίτι͵ μετὰ δὲ ταῦτα ἀφιστάμενος ἐκείνων ἀποκλινόντων πρὸς τὴν νότιον παραλίαν.

3.2

Οἱ δὲ ὑπερκείμενοι τῶν λεχθέντων μερῶν Ὠρητανοὶ μέν εἰσι νοτιώτατοι καὶ μέχρι τῆς παραλίας διήκοντες ἐκ μέρους τῆς ἐντὸς στηλῶν͵ Καρπητανοὶ δὲ μετὰ τούτους πρὸς ἄρκτους͵ εἶτα Οὐέττωνες καὶ Οὐακκαῖοι͵ δι᾽ ὧν ὁ Δούριος ῥεῖ κατ᾽ Ἀκούτειαν πόλιν τῶν Οὐακκαίων ἔχων διάβασιν͵ Καλλαϊκοὶ δ᾽ ὕστατοι͵ τῆς ὀρεινῆς ἐπέχοντες πολλήν· διὸ καὶ δυσμαχώτατοι ὄντες τῶι τε καταπολεμήσαντι τοὺς Λυσιτανοὺς αὐτοὶ παρέσχον τὴν ἐπωνυμίαν͵ καὶ νῦν ἤδη τοὺς πλείστους τῶν Λυσιτανῶν Καλλαϊκοὺς καλεῖσθαι παρεσκεύασαν. τῆς μὲν οὖν Ὠρητανίας κρατιστεύουσά ἐστι πόλις Καστουλὼν καὶ Ὠρία.

3.3

Τοῦ δὲ Τάγου τὰ πρὸς ἄρκτον ἡ Λυσιτανία ἐστὶ μέγιστον τῶν Ἰβηρικῶν ἐθνῶν καὶ πλείστοις χρόνοις ὑπὸ Ῥωμαίων πολεμηθέν. περιέχει δὲ τῆς χώρας ταύτης τὸ μὲν νότιον πλευρὸν ὁ Τάγος͵ τὸ δ᾽ ἑσπέριον καὶ τὸ ἀρκτικὸν ὁ ὠκεανός͵ τὸ δ᾽ ἑωθινὸν οἵ τε Καρπητανοὶ καὶ οἱ Οὐέττωνες καὶ Οὐακκαῖοι καὶ Καλλαϊκοί͵ τὰ γνώριμα ἔθνη· τἆλλα δὲ οὐκ ἄξιον ὀνομάζειν διὰ τὴν μικρότητα καὶ τὴν ἀδοξίαν· ὑπεναντίως δὲ τὰ νῦν ἔνιοι καὶ τούτους Λυσιτανοὺς ὀνομάζουσιν. ὅμοροι δ᾽ εἰσὶν ἐκ τοῦ πρὸς ἕω μέρους οἱ μὲν Καλλαϊκοὶ τῶι τῶν Ἀστούρων ἔθνει καὶ τοῖς [Κελτ]ίβηρσιν͵ οἱ δ᾽ ἄλλοι τοῖς Κελτίβηρσι. τὸ μὲν οὖν μῆκος τρισχιλίων σταδίων͵ τὸ δὲ πλάτος πολὺ ἔλαττον͵ ὃ ποιεῖ τὸ ἑωθινὸν πλευρὸν εἰς τὴν ἀντικειμένην παραλίαν· ὑψηλὸν δ᾽ ἐστὶ τὸ ἑωθινὸν καὶ τραχύ͵ ἡ δὲ ὑποκειμένη χώρα πεδιὰς πᾶσα καὶ μέχρι θαλάττης πλὴν ὀλίγων ὀρῶν οὐ μεγάλων· ἧι δὴ καὶ τὸν Ἀριστοτέλη φησὶν ὁ Ποσειδώνιος οὐκ ὀρθῶς αἰτιᾶσθαι τὴν παραλίαν τῶν πλημμυρίδων καὶ τῶν ἀμπώτεων· παλιρροεῖν γὰρ φάναι τὴν θάλατταν διὰ τὸ τὰς ἀκτὰς ὑψηλάς τε καὶ τραχείας εἶναι δεχομένας τε τὸ κῦμα σκληρῶς καὶ ἀνταποδιδούσας. τἀναντία γὰρ τῆι Ἰβηρίαι θινώδεις εἶναι καὶ ταπεινὰς τὰς πλείστας͵ ὀρθῶς λέγων.

3.4

Ἡ δ᾽ οὖν χώρα περὶ ἧς λέγομεν εὐδαίμων τέ ἐστι καὶ διαρρεῖται ποταμοῖς μεγάλοις τε καὶ μικροῖς͵ ἅπασιν ἐκ τῶν ἑωθινῶν μερῶν͵ παραλλήλοις τῶι Τάγωι· ἔχουσι δὲ καὶ ἀνάπλους οἱ πλείους καὶ ψῆγμα τοῦ χρυσοῦ πλεῖστον. γνωριμώτατοι δὲ τῶν ποταμῶν ἐφεξῆς τῶι Τάγωι Μούνδας ἀνάπλους ἔχων μικροὺς καὶ Οὐακούα ὡσαύτως· μετὰ δὲ τούτους Δούριος μακρόθεν τε ῥέων παρὰ Νομαντίαν καὶ πολλὰς ἄλλας τῶν Κελτιβήρων καὶ Οὐακκαίων κατοικίας͵ μεγάλοις τ᾽ ἀναπλεόμενος σκάφεσιν ἐπὶ ὀκτακοσίους σχεδόν τι σταδίους. εἶτ᾽ ἄλλοι ποταμοὶ καὶ μετὰ τούτους ὁ τῆς Λήθης͵ ὃν τινὲς Λιμαίαν οἱ δὲ Βελιῶνα καλοῦσι· καὶ οὗτος δ᾽ ἐκ Κελτιβήρων καὶ Οὐακκαίων ῥεῖ καὶ ὁ μετ᾽ αὐτὸν Βαῖνις (οἱ δὲ Μίνιον φασὶ) πολὺ μέγιστος τῶν ἐν Λυσιτανίαι ποταμῶν ἐπὶ ὀκτακοσίους καὶ αὐτὸς ἀναπλεόμενος σταδίους. Ποσειδώνιος δὲ ἐκ Καντάβρων αὐτὸν ῥεῖν φησί· πρόκειται δὲ τῆς ἐκβολῆς αὐτοῦ νῆσος καὶ χηλαὶ δύο ὅρμους ἔχουσαι. ἐπαινεῖν δ᾽ ἄξιον τὴν φύσιν͵ ὅτι τὰς ὄχθας ὑψηλὰς ἔχουσιν οἱ ποταμοὶ καὶ ἱκανὰς δέχεσθαι τοῖς ῥείθροις τὴν θάλατταν πλημμυροῦσαν͵ ὥστε μὴ ὑπερχεῖσθαι μηδ᾽ ἐπιπολάζειν ἐν τοῖς πεδίοις. τῆς μὲν οὖν Βρούτου στρατείας ὅρος οὗτος͵ περαιτέρω δ᾽ εἰσὶν ἄλλοι πλείους ποταμοὶ παράλληλοι τοῖς λεχθεῖσιν.

3.5

Ὕστατοι δ᾽ οἰκοῦσιν Ἄρταβροι περὶ τὴν ἄκραν ἣ καλεῖται Νέριον͵ ἣ καὶ τῆς ἑσπερίου πλευρᾶς καὶ τῆς βορείου πέρας ἐστί. περιοικοῦσι δ᾽ αὐτὴν [καὶ] Κελτικοί͵ συγγενεῖς τῶν ἐπὶ τῶι Ἄναι. καὶ γὰρ τούτους καὶ Τουρδούλους στρατεύσαντας ἐκεῖσε στασιάσαι φασὶ μετὰ τὴν διάβασιν τοῦ Λιμαία ποταμοῦ· πρὸς δὲ τῆι στάσει καὶ ἀποβολῆς τοῦ ἡγεμόνος γενομένης͵ καταμεῖναι σκεδασθέντας αὐτόθι· ἐκ τούτου δὲ καὶ τὸν ποταμὸν Λήθης προσαγορευθῆναι. ἔχουσι δὲ οἱ Ἄρταβροι πόλεις συχνὰς ἐν κόλπωι συνοικουμένας͵ ὃν οἱ πλέοντες καὶ χρώμενοι τοῖς τόποις Ἀρτάβρων λιμένα προσαγορεύουσιν· οἱ δὲ νῦν τοὺς Ἀρτάβρους Ἀροτρέβας καλοῦσιν. ἔθνη μὲν οὖν περὶ τριάκοντα τὴν χώραν νέμεται τὴν μεταξὺ Τάγου καὶ τῶν Ἀρτάβρων· εὐδαίμονος δὲ τῆς χώρας ὑπαρχούσης κατά τε καρποὺς καὶ βοσκήματα καὶ τὸ τοῦ χρυσοῦ καὶ ἀργύρου καὶ τῶν παραπλησίων πλῆθος͵ ὅμως οἱ πλείους αὐτῶν τὸν ἀπὸ τῆς γῆς ἀφέντες βίον ἐν ληιστηρίοις διετέλουν καὶ συνεχεῖ πολέμωι πρός τε ἀλλήλους καὶ τοὺς ὁμόρους αὐτοῖς διαβαίνοντες τὸν Τάγον͵ ἕως ἔπαυσαν αὐτοὺς Ῥωμαῖοι ταπεινώσαντες καὶ κώμας ποιήσαντες τὰς πόλεις αὐτῶν τὰς πλείστας͵ ἐνίας δὲ καὶ συνοικίζοντες βέλτιον. ἦρχον δὲ τῆς ἀνομίας ταύτης οἱ ὀρεινοί͵ καθάπερ εἰκός· λυπρὰν γὰρ νεμόμενοι καὶ μικρὰ κεκτημένοι τῶν ἀλλοτρίων ἐπεθύμουν͵ οἱ δὲ ἀμυνόμενοι τούτους ἄκυροι τῶν ἰδίων ἔργων καθίσταντο ἐξ ἀνάγκης͵ ὥστ᾽ ἀντὶ τοῦ γεωργεῖν ἐπολέμουν καὶ οὗτοι͵ καὶ συνέβαινε τὴν χώραν ἀμελουμένην στεῖραν οὖσαν τῶν ἐμφύτων ἀγαθῶν οἰκεῖσθαι ὑπὸ ληιστῶν.

3.6

Τοὺς δ᾽ οὖν Λυσιτανούς φασιν ἐνεδρευτικοὺς ἐξερευνητικοὺς ὀξεῖς κούφους εὐεξελίκτους· ἀσπίδιον δ᾽ αὐτοὺς δίπουν ἔχειν τὴν διάμετρον͵ κοῖλον εἰς τὸ πρόσθεν͵ τελαμῶσιν ἐξηρτημένον· οὔτε γὰρ πόρπακας οὔτ᾽ ἀντιλαβὰς ἔχει ... παραξιφὶς πρὸς τούτοις ἢ κοπίς. λινοθώρακες οἱ πλείους· σπάνιοι δὲ ἁλυσιδωτοῖς χρῶνται καὶ τριλοφίαις͵ οἱ δ᾽ ἄλλοι νευρίνοις κράνεσιν· οἱ πεζοὶ δὲ καὶ κνημῖδας ἔχουσιν͵ ἀκόντια δ᾽ ἕκαστος πλείω· τινὲς δὲ καὶ δόρατι χρῶνται· ἐπιδορατίδες δὲ χάλκεαι. ἐνίους δὲ τῶν προσοικούντων τῶι Δουρίωι ποταμῶι λακωνικῶς διάγειν φασίν͵ ἀλειπτηρίοις χρωμένους δὶς καὶ πυρίαις ἐκ λίθων διαπύρων͵ ψυχρολουτροῦντας καὶ μονοτροφοῦντας καθαρείως καὶ λιτῶς. θυτικοὶ δ᾽ εἰσὶ Λυσιτανοὶ τά τε σπλάγχνα ἐπιβλέπουσιν οὐκ ἐκτέμνοντες· προσεπιβλέπουσι δὲ καὶ τὰς ἐν τῆι πλευρᾶι φλέβας͵ καὶ ψηλαφῶντες δὲ τεκμαίρονται. σπλαγχνεύονται δὲ καὶ δι᾽ ἀνθρώπων αἰχμαλώτων καλύπτοντες σάγοις· εἶθ᾽ ὅταν πληγῆι τὰ σπλάγχνα ὑπὸ τοῦ ἱεροσκόπου͵ μαντεύονται πρῶτον ἐκ τοῦ πτώματος. τῶν δ᾽ ἁλόντων τὰς χεῖρας ἀποκόπτοντες τὰς δεξιὰς ἀνατιθέασιν.

3.7

Ἅπαντες δ᾽ οἱ ὄρειοι λιτοὶ ὑδροπόται χαμαιεῦναι βαθεῖαν κατακεχυμένοι τὴν κόμην γυναικῶν δίκην· μιτρωσάμενοι δὲ τὰ μέτωπα μάχονται. τραγοφαγοῦσι δὲ μάλιστα͵ καὶ τῶι Ἄρει τράγον θύουσι καὶ τοὺς αἰχμαλώτους καὶ ἵππους· ποιοῦσι δὲ καὶ ἑκατόμβας ἑκάστου γένους ἑλληνικῶς. τελοῦσι δὲ καὶ ἀγῶνας γυμνικοὺς καὶ ὁπλιτικοὺς καὶ ἱππικούς͵ πυγμῆι καὶ δρόμωι καὶ ἀκροβολισμῶι καὶ τῆι σπειρηδὸν μάχηι. οἱ δ᾽ ὄρειοι τὰ δύο μέρη τοῦ ἔτους δρυοβαλάνωι χρῶνται ξηράναντες καὶ κόψαντες͵ εἶτα ἀλέσαντες καὶ ἀρτοποιησάμενοι ὥστ᾽ ἀποτίθεσθαι εἰς χρόνον. χρῶνται δὲ καὶ ζύθει· οἴνωι δὲ σπανίζονται͵ τὸν δὲ γινόμενον ταχὺ ἀναλίσκουσι κατευωχούμενοι μετὰ τῶν συγγενῶν· ἀντ᾽ ἐλαίου δὲ βουτύρωι χρῶνται. καθήμενοί τε δειπνοῦσι περὶ τοὺς τοίχους καθέδρας οἰκοδομητὰς ἔχοντες͵ προκάθηνται δὲ καθ᾽ ἡλικίαν καὶ τιμήν· περιφορητὸν δὲ τὸ δεῖπνον. ξυλίνοις δὲ ἀγγείοις χρῶνται͵ καθάπερ καὶ οἱ Κελτοί. καὶ παρὰ πότον ὀρχοῦνται πρὸς αὐλὸν καὶ σάλπιγγα χορεύοντες͵ ἀλλὰ καὶ ἀναλλόμενοι καὶ ὀκλάζοντες· ἐν Βαστητανίαι δὲ καὶ γυναῖκες ἀναμὶξ ἀνδράσιν ἀντιλαμβανόμεναι τῶν χειρῶν. μελανείμονες ἅπαντες τὸ πλέον ἐν σάγοις͵ ἐν οἷσπερ καὶ στιβαδοκοιτοῦσι͵ αἱ γυναῖκες δ᾽ ἐν ἐνδύμασι καὶ ἀνθίναις ἐσθήσεσι διάγουσιν. ἀντὶ δὲ νομίσματος οἱ λίαν ἐν βάθει φορτίων ἀμοιβῆι χρῶνται ἢ τοῦ ἀργυροῦ ἐλάσματος ἀποτέμνοντες διδόασι. τοὺς δὲ θανατουμένους καταπετροῦσι͵ τοὺς δὲ πατραλοίας ἔξω τῶν ὅρων καταλεύουσι. γαμοῦσι δ᾽ ὥσπερ οἱ Ἕλληνες. τοὺς δὲ ἀρρώστους͵ ὥσπερ οἱ Ἀσσύριοι τὸ παλαιόν͵ προτιθέασιν εἰς τὰς ὁδοὺς τοῖς πεπειραμένοις τοῦ πάθους ὑποθήκης χάριν. διφθερίνοις τε πλοίοις ἐχρῶντο ἕως ἐπὶ Βρούτου διὰ τὰς πλημμυρίδας καὶ τὰ τενάγη͵ νυνὶ δὲ καὶ τὰ μονόξυλα ἤδη σπάνια. ἅλες πορφυροῖ͵ τριφθέντες δὲ λευκοί. ἔστι δὲ τῶν ὀρείων ὁ βίος οὗτος͵ ὧνπερ ἔφην͵ λέγω δὲ τοὺς τὴν βόρειον πλευρὰν ἀφορίζοντας τῆς Ἰβηρίας͵ Καλλαϊκοὺς καὶ Ἄστουρας καὶ Καντάβρους μέχρι Οὐασκώνων καὶ τῆς Πυρήνης· ὁμοειδεῖς γὰρ ἁπάντων οἱ βίοι. ὀκνῶ δὲ τοῖς ὀνόμασι πλεονάζειν φεύγων τὸ ἀηδὲς τῆς γραφῆς͵ εἰ μή τινι πρὸς ἡδονῆς ἐστιν ἀκούειν Πλευταύρους καὶ Βαρδυήτας καὶ Ἀλλότριγας καὶ ἄλλα χείρω καὶ ἀσημότερα τούτων ὀνόματα.

3.8

Τὸ δὲ δυσήμερον καὶ ἀγριῶδες οὐκ ἐκ τοῦ πολεμεῖν συμβέβηκε μόνον ἀλλὰ καὶ διὰ τὸν ἐκτοπισμόν· καὶ γὰρ ὁ πλοῦς ἐπ᾽ αὐτοὺς μακρὸς καὶ αἱ ὁδοί͵ δυσεπίμικτοι δ᾽ ὄντες ἀποβεβλήκασι τὸ κοινωνικὸν καὶ τὸ φιλάνθρωπον. ἧττον δὲ νῦν τοῦτο πάσχουσι διὰ τὴν εἰρήνην καὶ τὴν τῶν Ῥωμαίων ἐπιδημίαν· ὅσοις δ᾽ ἧττον τοῦτο συμβαίνει͵ χαλεπώτεροί εἰσι καὶ θηριωδέστεροι. τοιαύτης δ᾽ οὔσης καὶ ἀπὸ τῶν τόπων λυπρότητος ἐνίοις καὶ τῶν ὀρῶν͵ εἰκὸς ἐπιτείνεσθαι τὴν τοιαύτην ἀτοπίαν. ἀλλὰ νῦν͵ ὡς εἶπον͵ πέπαυται πολεμοῦντα πάντα· τούς τε γὰρ συνέχοντας ἔτι νῦν μάλιστα τὰ ληιστήρια Καντάβρους καὶ τοὺς γειτονεύοντας αὐτοῖς κατέλυσεν ὁ Σεβαστὸς Καῖσαρ͵ καὶ ἀντὶ τοῦ πορθεῖν τοὺς τῶν Ῥωμαίων συμμάχους στρατεύουσι νῦν ὑπὲρ τῶν Ῥωμαίων οἵ τε Κωνιακοὶ καὶ οἱ πρὸς ταῖς πηγαῖς τοῦ Ἴβηρος οἰκοῦντες Πληντουίσοι. ὅ τ᾽ ἐκεῖνον διαδεξάμενος Τιβέριος τριῶν ταγμάτων στρατιωτικὸν ἐπιστήσας τοῖς τόποις͵ τὸ ἀποδειχθὲν ὑπὸ τοῦ Σεβαστοῦ Καίσαρος͵ οὐ μόνον εἰρηνικοὺς ἀλλὰ καὶ πολιτικοὺς ἤδη τινὰς αὐτῶν ἀπεργασάμενος τυγχάνει.


Κεφάλαιο 4

4.1

Λοιπὴ δ᾽ ἐστὶ τῆς Ἰβηρίας ἥ τε ἀπὸ τῶν στηλῶν μέχρι τῆς Πυρήνης καθ᾽ ἡμᾶς παραλία καὶ ἡ ταύτης ὑπερκειμένη μεσόγαια πᾶσα͵ τὸ μὲν πλάτος ἀνώμαλος τὸ δὲ μῆκος μικρῶι πλειόνων ἢ τετρακισχιλίων σταδίων· τὸ δὲ τῆς παραλίας ἔτι πλεῖον καὶ δισχιλίοις σταδίοις εἴρηται. φασὶ δὲ ἀπὸ μὲν Κάλπης τοῦ κατὰ στήλας ὄρους ἐπὶ Καρχηδόνα νέαν δισχιλίους καὶ διακοσίους σταδίους· οἰκεῖσθαι δὲ τὴν ἠιόνα ταύτην ὑπὸ Βαστητανῶν οὓς καὶ Βαστούλους καλοῦσιν͵ ἐκ μέρους δὲ καὶ ὑπὸ Ὠρητανῶν. ἐντεῦθεν δ᾽ ἐπὶ τὸν Ἴβηρα ἄλλους τοσούτους σχεδόν τι (ταύτην δ᾽ ἔχειν Ἐδητανούς)͵ ἐντὸς δὲ τοῦ Ἴβηρος μέχρι Πυρήνης καὶ τῶν Πομπηίου ἀναθημάτων χιλίους καὶ ἑξακοσίους· οἰκεῖν δὲ Ἐδητανῶν τε ὀλίγους καὶ λοιπὸν τοὺς προσαγορευομένους Ἰνδικήτας μεμερισμένους τέτραχα.

4.2

Κατὰ μέρος δὲ ἀπὸ Κάλπης ἀρξαμένοις ῥάχις ἐστὶν ὀρεινὴ τῆς Βαστητανίας καὶ τῶν Ὠρητανῶν δασεῖαν ὕλην ἔχουσα καὶ μεγαλόδενδρον͵ διορίζουσα τὴν παραλίαν ἀπὸ τῆς μεσογαίας. πολλαχοῦ δὲ κἀνταῦθά ἐστι χρυσεῖα καὶ ἄλλα μέταλλα. πόλις δ᾽ ἐστὶν ἐν τῆι παραλίαι ταύτηι πρώτη Μάλακα͵ ἴσον διέχουσα τῆς Κάλπης ὅσον καὶ τὰ Γάδειρα· ἐμπόριον δ᾽ ἐστὶν τοῖς ἐν τῆι περαίαι νομάσι͵ καὶ ταριχείας δὲ ἔχει μεγάλας. ταύτην τινὲς τῆι Μαινάκηι τὴν αὐτὴν νομίζουσιν͵ ἣν ὑστάτην τῶν Φωκαϊκῶν πόλεων πρὸς δύσει κειμένην παρειλήφαμεν͵ οὐκ ἔστι δέ· ἀλλ᾽ ἐκείνη μὲν ἀπωτέρω τῆς Κάλπης ἐστί͵ κατεσκαμμένη͵ τὰ δ᾽ ἴχνη σώζουσα Ἑλληνικῆς πόλεως͵ ἡ δὲ Μάλακα πλησίον μᾶλλον͵ Φοινικικὴ τῶι σχήματι. ἐφεξῆς δ᾽ ἐστὶν ἡ τῶν Ἐξιτανῶν πόλις͵ ἐξ ἧς καὶ τὰ ταρίχη ἐπωνύμως λέγεται.

4.3

Μετὰ ταύτην Ἄβδηρα Φοινίκων κτίσμα καὶ αὐτή. ὑπὲρ δὲ τῶν τόπων ἐν τῆι ὀρεινῆι δείκνυται Ὀδύσσεια καὶ τὸ ἱερὸν τῆς Ἀθηνᾶς ἐν αὐτῆι͵ ὡς Ποσειδώνιός τε εἴρηκε καὶ Ἀρτεμίδωρος καὶ Ἀσκληπιάδης ὁ Μυρλεανός͵ ἀνὴρ ἐν τῆι Τουρδητανίαι παιδεύσας τὰ γραμματικὰ καὶ περιήγησίν τινα τῶν ἐθνῶν ἐκδεδωκὼς τῶν ταύτηι. οὗτος δέ φησιν ὑπομνήματα τῆς πλάνης τῆς Ὀδυσσέως ἐν τῶι ἱερῶι τῆς Ἀθηνᾶς ἀσπίδας προσπεπατταλεῦσθαι καὶ ἀκροστόλια. ἐν Καλλαϊκοῖς δὲ τῶν μετὰ Τεύκρου στρατευσάντων τινὰς οἰκῆσαι͵ καὶ ὑπάρξαι πόλεις αὐτόθι͵ τὴν μὲν καλουμένην Ἕλληνες τὴν δὲ Ἀμφίλοχοι͵ ὡς καὶ τοῦ Ἀμφιλόχου τελευτήσαντος δεῦρο καὶ τῶν συνόντων πλανηθέντων μέχρι τῆς μεσογαίας. καὶ τῶν μεθ᾽ Ἡρακλέους δέ τινας καὶ τῶν ἀπὸ Μεσσήνης ἱστορῆσθαί φησιν ἐποικῆσαι τὴν Ἰβηρίαν͵ τῆς δὲ Κανταβρίας μέρος τι κατασχεῖν Λάκωνας καὶ οὗτός φησι καὶ ἄλλοι. ἐνταῦθα δὲ καὶ Ὠκέλλαν πόλιν Ὠκέλλα κτίσμα λέγουσι τοῦ μετὰ Ἀντήνορος καὶ τῶν παίδων αὐτοῦ διαβάντος εἰς τὴν Ἰταλίαν. καὶ ἐν τῆι Λιβύηι δὲ πεπιστεύκασί τινες τοῖς τῶν Γαδειριτῶν ἐμπόροις προσέχοντες͵ ὡς καὶ Ἀρτεμίδωρος εἴρηκεν͵ ὅτι οἱ ὑπὲρ τῆς Μαυρουσίας οἰκοῦντες πρὸς τοῖς ἑσπερίοις Αἰθίοψι Λωτοφάγοι καλοῦνται͵ σιτούμενοι λωτόν͵ πόαν τινὰ καὶ ῥίζαν͵ οὐ δεόμενοι δὲ ποτοῦ͵ οὐδὲ ἔχοντες διὰ τὴν ἀνυδρίαν͵ διατείνοντες καὶ μέχρι τῶν ὑπὲρ τῆς Κυρήνης τόπων. ἄλλοι τε πάλιν καλοῦνται Λωτοφάγοι τὴν ἑτέραν οἰκοῦντες τῶν πρὸ τῆς μικρᾶς Σύρτεως νήσων͵ τὴν Μήνιγγα.

4.4

Οὐ δὴ θαυμάζοι τις ἂν οὔτε τοῦ ποιητοῦ τὰ περὶ τὴν Ὀδυσσέως πλάνην μυθογραφήσαντος τοῦτον τὸν τρόπον͵ ὥστ᾽ ἔξω στηλῶν ἐν τῶι Ἀτλαντικῶι πελάγει τὰ πολλὰ διαθέσθαι τῶν λεγομένων περὶ αὐτοῦ (τὰ γὰρ ἱστορούμενα ἐγγὺς ἦν καὶ [τοῖς] τόποις καὶ τοῖς ἄλλοις τῶν ὑπ᾽ ἐκείνου πεπλασμένων͵ ὥστε οὐκ ἀπίθανον ἐποίει τὸ πλάσμα)͵ οὔτ᾽ εἴ τινες αὐταῖς τε ταύταις ταῖς ἱστορίαις πιστεύσαντες καὶ τῆι πολυμαθείαι τοῦ ποιητοῦ καὶ πρὸς ἐπιστημονικὰς ὑποθέσεις ἔτρεψαν τὴν Ὁμήρου ποίησιν͵ καθάπερ Κράτης τε ὁ Μαλλώτης ἐποίησε καὶ ἄλλοι τινές. οἱ δ᾽ οὕτως ἀγροίκως ἐδέξαντο τὴν ἐπιχείρησιν τὴν τοιαύτην ὥστε οὐ μόνον τὸν ποιητὴν σκαπανέως ἢ θεριστοῦ δίκην ἐκ πάσης τῆς τοιαύτης ἐπιστήμης ἐξέβαλον͵ ἀλλὰ καὶ τοὺς ἁψαμένους τῆς τοιαύτης πραγματείας μαινομένους ὑπέλαβον· συνηγορίαν δὲ ἢ ἐπανόρθωσιν ἤ τι τοιοῦτον ἕτερον εἰς τὰ λεχθέντα ὑπ᾽ ἐκείνων εἰσενεγκεῖν οὐκ ἐθάρρησεν οὔτε τῶν γραμματικῶν οὔτε τῶν περὶ τὰ μαθήματα δεινῶν οὐδείς. καίτοι ἔμοιγε δοκεῖ δυνατὸν εἶναι καὶ συνηγορῆσαι πολλοῖς τῶν λεχθέντων καὶ εἰς ἐπανόρθωσιν ἄγειν καὶ μάλιστα ταῦτα ὅσα Πυθέας παρεκρούσατο τοὺς πιστεύσαντας αὐτῶι κατὰ ἄγνοιαν τῶν τε ἑσπερίων τόπων καὶ τῶν προσβόρρων τῶν παρὰ τὸν ὠκεανόν. ἀλλὰ ταῦτα μὲν ἐάσθω λόγον ἔχοντα ἴδιον καὶ μακρόν.

4.5

Τῆς δὲ τῶν Ἑλλήνων πλάνης τῆς εἰς τὰ βάρβαρα ἔθνη νομίζοι τις ἂν αἴτιον τὸ διεσπάσθαι κατὰ μέρη μικρὰ καὶ δυναστείας ἐπιπλοκὴν οὐκ ἐχούσας πρὸς ἀλλήλους κατ᾽ αὐθάδειαν͵ ὥστε ἐκ τούτου πρὸς τοὺς ἐπιόντας ἔξωθεν ἀσθενεῖς εἶναι. τοῦτο δὲ τὸ αὔθαδες ἐν δὴ τοῖς Ἴβηρσι μάλιστα ἐπέτεινε προσλαβοῦσι καὶ τὸ πανοῦργον φύσει καὶ τὸ μὴ ἁπλοῦν· ἐπιθετικοὶ γὰρ καὶ ληιστρικοὶ τοῖς βίοις ἐγένοντο τὰ μικρὰ τολμῶντες͵ μεγάλοις δ᾽ οὐκ ἐπιβαλλόμενοι διὰ τὸ μεγάλας μὴ κατασκευάζεσθαι δυνάμεις καὶ κοινωνίας. εἰ γὰρ δὴ συνασπίζειν ἐβούλοντο ἀλλήλοις͵ οὔτε Καρχηδονίοις ὑπῆρξεν ἂν καταστρέψασθαι ἐπελθοῦσι τὴν πλείστην αὐτῶν ἐκ περιουσίας͵ καὶ ἔτι πρότερον Τυρίοις͵ εἶτα Κελτοῖς οἳ νῦν Κελτίβηρες καὶ Βήρωνες καλοῦνται͵ οὔτε τῶι ληιστῆι Οὐριάθωι καὶ Σερτωρίωι μετὰ ταῦτα καὶ εἴ τινες ἕτεροι δυναστείας ἐπεθύμησαν μείζονος. Ῥωμαῖοί τε τῶι κατὰ μέρη πρὸς τοὺς Ἴβηρας πολεμεῖν καθ᾽ ἑκάστην διὰ ταύτην τὴν δυναστείαν πολύν τινα διετέλεσαν χρόνον͵ ἄλλοτ᾽ ἄλλους καταστρεφόμενοι τέως ἕως ἅπαντας ὑποχειρίους ἔλαβον διακοσιοστῶι σχεδόν τι ἔτει ἢ μακρότερον. ἐπάνειμι δὲ ἐπὶ τὴν περιήγησιν.

4.6

Μετὰ τοίνυν Ἄβδηρα ἔστι Καρχηδὼν ἡ νέα͵ κτίσμα Ἀσδρούβα τοῦ διαδεξαμένου Βάρκαν τὸν Ἀννίβα πατέρα͵ κρατίστη πολὺ τῶν ταύτηι πόλεων· καὶ γὰρ ἐρυμνή τ᾽ ἐστὶ καὶ τείχει κατεσκευασμένωι καλῶς καὶ λιμέσι καὶ λίμνηι κεκόσμηται καὶ τοῖς τῶν ἀργυρίων μετάλλοις͵ περὶ ὧν εἰρήκαμεν· κἀνταῦθα δὲ καὶ ἐν τοῖς πλησίον τόποις πολλὴ ἡ ταριχεία· καὶ ἔστι τοῦτο μέγιστον ἐμπόριον τῶν μὲν ἐκ θαλάττης τοῖς ἐν τῆι μεσογαίαι͵ τῶν δ᾽ ἐκεῖθεν τοῖς ἔξω πᾶσιν. ἡ δ᾽ ἐνθένδε μέχρι τοῦ Ἴβηρος παραλία κατὰ μέσον πως τὸ διάστημα ἔχει τὸν Σούκρωνα ποταμὸν καὶ τὴν ἐκβολὴν αὐτοῦ καὶ πόλιν ὁμώνυμον· ῥεῖ δὲ ἐκ τοῦ συνεχοῦς ὄρους τῆι ὑπερκειμένηι ῥάχει τῆς τε Μαλάκας καὶ τῶν περὶ Καρχηδόνα τόπων͵ περατὸς πεζῆι͵ παράλληλος δέ πως τῶι Ἴβηρι͵ μικρὸν δὲ [ἔλαττον] διέχει τῆς Καρχηδόνος ἢ τοῦ Ἴβηρος. μεταξὺ μὲν οὖν τοῦ Σούκρωνος καὶ τῆς Καρχηδόνος τρία πολίχνια Μασσαλιωτῶν ἔστιν οὐ πολὺ ἄπωθεν τοῦ ποταμοῦ· τούτων δ᾽ ἐστὶ γνωριμώτατον τὸ Ἡμεροσκοπεῖον ἔχον ἐπὶ τῆι ἄκραι τῆς Ἐφεσίας Ἀρτέμιδος ἱερὸν σφόδρα τιμώμενον͵ ὧι ἐχρήσατο Σερτώριος ὁρμητηρίωι κατὰ θάλατταν· ἐρυμνὸν γάρ ἐστι καὶ ληιστρικόν͵ κάτοπτον δὲ ἐκ πολλοῦ τοῖς προσπλέουσι͵ καλεῖται δὲ [καὶ] Διάνιον͵ οἷον Ἀρτεμίσιον͵ ἔχον σιδηρεῖα εὐφυῆ πλησίον καὶ νησίδια Πλανησίαν καὶ Πλουμβαρίαν καὶ λιμνοθάλατταν ὑπερκειμένην͵ ἔχουσαν ἐν κύκλωι σταδίους τετρακοσίους. εἶθ᾽ ἡ τοῦ Ἡρακλέους νῆσος ἤδη πρὸς Καρχηδόνι͵ ἣν καλοῦσι Σκομβραρίαν ἀπὸ τῶν ἁλισκομένων σκόμβρων͵ ἐξ ὧν τὸ ἄριστον σκευάζεται γάρον· εἴκοσι δὲ διέχει σταδίους καὶ τέτταρας τῆς Καρχηδόνος. πάλιν δ᾽ ἐπὶ θάτερα τοῦ Σούκρωνος ἰόντι ἐπὶ τὴν ἐκβολὴν τοῦ Ἴβηρος Σάγουντον κτίσμα Ζακυνθίων͵ ἣν Ἀννίβας κατασκάψας παρὰ τὰ συγκείμενα πρὸς Ῥωμαίους τὸν δεύτερον αὐτοῖς ἐξῆψε πόλεμον πρὸς Καρχηδονίους. πλησίον δὲ πόλεις εἰσὶ Χερρόνησός τε καὶ Ὀλέαστρον καὶ Καρταλίας· ἐπ᾽ αὐτῆι δὲ τῆι διαβάσει τοῦ Ἴβηρος Δέρτωσσα κατοικία. ῥεῖ δὲ ὁ Ἴβηρ ἀπὸ Καντάβρων ἔχων τὰς ἀρχὰς ἐπὶ μεσημβρίαν διὰ πολλοῦ πεδίου παράλληλος τοῖς Πυρηναίοις ὄρεσι.

4.7

Μεταξὺ δὲ τῶν τοῦ Ἴβηρος ἐκτροπῶν καὶ τῶν ἄκρων τῆς Πυρήνης͵ ἐφ᾽ ὧν ἵδρυται τὰ ἀναθήματα τοῦ Πομπηίου͵ πρώτη Ταρράκων ἐστὶ πόλις͵ ἀλίμενος μὲν ἐν κόλπωι δὲ ἱδρυμένη καὶ κατεσκευασμένη τοῖς ἄλλοις ἱκανῶς καὶ οὐχ ἧττον εὐανδροῦσα νυνὶ τῆς Καρχηδόνος. πρὸς γὰρ τὰς τῶν ἡγεμόνων ἐπιδημίας εὐφυῶς ἔχει͵ καὶ ἔστιν ὥσπερ μητρόπολις οὐ τῆς ἐντὸς Ἴβηρος μόνον ἀλλὰ καὶ τῆς ἐκτὸς τῆς πολλῆς. αἵ τε Γυμνήσιαι νῆσοι προκείμεναι πλησίον καὶ ἡ Ἔβυσος͵ ἀξιόλογοι νῆσοι͵ τὴν θέσιν εὔκαιρον τῆς πόλεως ὑπαγορεύουσιν. Ἐρατοσθένης δὲ καὶ ναύσταθμον ἔχειν φησὶν αὐτήν͵ οὐδὲ ἀγκυροβολίοις σφόδρα εὐτυχοῦσαν͵ ὡς ἀντιλέγων εἴρηκεν Ἀρτεμίδωρος.

4.8

Καὶ ἡ σύμπασα δ᾽ ἀπὸ στηλῶν σπανίζεται λιμέσι μέχρι δεῦρο͵ ἐντεῦθεν δ᾽ ἤδη τὰ ἑξῆς εὐλίμενα καὶ χώρα ἀγαθὴ τῶν τε Λεητανῶν καὶ Λαρτολαιητῶν καὶ ἄλλων τοιούτων μέχρι Ἐμπορίου. αὐτὸ δ᾽ ἐστὶ Μασσαλιωτῶν κτίσμα͵ ὅσον τετταράκοντα διέχον τῆς Πυρήνης σταδίους καὶ τῶν μεθορίων τῆς Ἰβηρίας πρὸς τὴν Κελτικήν· καὶ αὕτη δ᾽ ἐστὶ πᾶσα ἀγαθὴ καὶ εὐλίμενος. ἐνταῦθα δ᾽ ἔστι καὶ ἡ Ῥόδη πολίχνιον͵ Ἐμποριτῶν κτίσμα͵ τινὲς δὲ Ῥοδίων φασί· κἀνταῦθα δὲ καὶ ἐν τῶι Ἐμπορίωι τὴν Ἄρτεμιν τὴν Ἐφεσίαν τιμῶσιν· ἐροῦμεν δὲ τὴν αἰτίαν ἐν τοῖς περὶ Μασσαλίαν. ὤικουν δ᾽ οἱ Ἐμπορῖται πρότερον νησίον τι προκείμενον͵ ὃ νῦν καλεῖται παλαιὰ πόλις͵ νῦν δ᾽ οἰκοῦσιν ἐν τῆι ἠπείρωι. δίπολις δ᾽ ἐστὶ τείχει διωρισμένη͵ πρότερον τῶν Ἰνδικητῶν τινας προσοίκους ἔχουσα͵ οἳ καίπερ ἰδίαι πολιτευόμενοι κοινὸν ὅμως περίβολον ἔχειν ἐβούλοντο πρὸς τοὺς Ἕλληνας ἀσφαλείας χάριν͵ τῶι χρόνωι δ᾽ εἰς ταὐτὸ πολίτευμα συνῆλθον μικτόν τι ἔκ τε βαρβάρων καὶ Ἑλληνικῶν νομίμων͵ ὅπερ καὶ ἐπ᾽ ἄλλων πολλῶν συνέβη.

4.9

Ῥεῖ δὲ καὶ ποταμὸς πλησίον͵ ἐκ τῆς Πυρήνης ἔχων τὰς ἀρχάς͵ ἡ δὲ ἐκβολὴ λιμήν ἐστι τοῖς Ἐμπορίταις. λινουργοὶ δὲ ἱκανῶς οἱ Ἐμπορῖται· χώραν δὲ τὴν μεσόγαιαν ἔχουσι τὴν μὲν ἀγαθὴν τὴν δὲ σπαρτοφόρον τῆς ἀχρηστοτέρας καὶ ἑλείας σχοίνου͵ καλοῦσι δὲ Ἰουγκάριον πεδίον· τινὲς δὲ καὶ τῶν τῆς Πυρήνης ἄκρων νέμονται [τὰ] μέχρι τῶν ἀναθημάτων τοῦ Πομπηίου͵ δι᾽ ὧν βαδίζουσιν εἰς τὴν ἔξω καλουμένην Ἰβηρίαν ἐκ τῆς Ἰταλίας καὶ μάλιστα τὴν Βαιτικήν. αὕτη δ᾽ ἡ ὁδὸς ποτὲ μὲν πλησιάζει τῆι θαλάττηι ποτὲ δ᾽ ἀφέστηκε͵ καὶ μάλιστα ἐν τοῖς πρὸς ἑσπέραν μέρεσι. φέρεται δὲ ἐπὶ Ταρράκωνα͵ ἀπὸ τῶν ἀναθημάτων τοῦ Πομπηίου διὰ τοῦ Ἰουγκαρίου πεδίου καὶ Βετέρων καὶ τοῦ Μαραθῶνος καλουμένου πεδίου τῆι Λατίνηι γλώττηι͵ φύοντος πολὺ τὸ μάραθον· ἐκ δὲ τοῦ Ταρράκωνος ἐπὶ τὸν πόρον τοῦ Ἴβηρος κατὰ Δέρτωσσαν πόλιν· ἐντεῦθεν διὰ Σαγούντου καὶ Σαιτάβιος πόλεως ἐνεχθεῖσα κατὰ μικρὸν ἀφίσταται τῆς θαλάττης καὶ συνάπτει τῶι Σπαρταρίωι ὡς ἂν Σχοινοῦντι καλουμένωι πεδίωι· τοῦτο δ᾽ ἐστὶ μέγα καὶ ἄνυδρον͵ τὴν σχοινοπλοκικὴν φύον σπάρτον ἐξαγωγὴν ἔχουσαν εἰς πάντα τόπον καὶ μάλιστα εἰς τὴν Ἰταλίαν. πρότερον μὲν οὖν διὰ μέσου τοῦ πεδίου καὶ Ἐγελάστας συνέβαινεν εἶναι τὴν ὁδὸν χαλεπὴν καὶ πολλήν͵ νυνὶ δὲ ἐπὶ τὰ πρὸς θαλάττηι μέρη πεποιήκασιν αὐτήν͵ ἐπιψαύουσαν μόνον τοῦ Σχοινοῦντος͵ εἰς ταὐτὸ δὲ τείνουσαν τῆι προτέραι͵ τὰ περὶ Καστλῶνα καὶ Ὀβούλκωνα͵ δι᾽ ὧν εἴς τε Κορδύβην καὶ εἰς Γάδειρα ἡ ὁδός͵ τὰ μέγιστα τῶν ἐμπορίων. διέχει δὲ τῆς Κορδύβης ἡ Ὀβούλκων περὶ τριακοσίους σταδίους. φασὶ δ᾽ οἱ συγγραφεῖς ἐλθεῖν Καίσαρα ἐκ Ῥώμης ἑπτὰ καὶ εἴκοσιν ἡμέραις εἰς τὴν Ὀβούλκωνα καὶ τὸ στρατόπεδον τὸ ἐνταῦθα͵ ἡνίκα ἔμελλε συνάπτειν τὸν περὶ τὴν Μοῦνδαν πόλεμον.

4.10

Ἡ μὲν δὴ παραλία πᾶσα ἡ ἀπὸ στηλῶν μέχρι τῆς μεθορίας τῆς Ἰβήρων καὶ Κελτῶν τοιαύτη. ἡ δ᾽ ὑπερκειμένη μεσόγαια (λέγω δὲ τὴν ἐντὸς τῶν τε Πυρηναίων ὀρῶν καὶ τῆς προσαρκτίου πλευρᾶς μέχρι Ἀστύρων) δυεῖν μάλιστα ὄρεσι διορίζεται. τούτων δὲ τὸ μὲν παράλληλόν ἐστι τῆι Πυρήνηι͵ τὴν ἀρχὴν ἀπὸ τῶν Καντάβρων ἔχον͵ τελευτὴν δ᾽ ἐπὶ τὴν καθ᾽ ἡμᾶς θάλατταν· καλοῦσι δὲ τοῦτο Ἰδουβέδαν· ἕτερον δ᾽ ἀπὸ τοῦ μέσου διῆκον ἐπὶ τὴν δύσιν͵ ἐκκλῖνον δὲ πρὸς νότον καὶ τὴν ἀπὸ στηλῶν παραλίαν· ὃ κατ᾽ ἀρχὰς μὲν γεώλοφόν ἐστι καὶ ψιλόν͵ διέξεισι δὲ τὸ καλούμενον Σπαρτάριον πεδίον͵ εἶτα συνάπτει τῶι δρυμῶι τῶι ὑπερκειμένωι τῆς τε Καρχηδονίας καὶ τῶν περὶ τὴν Μάλακαν τόπων· καλεῖται δὲ Ὀροσπέδα. μεταξὺ μὲν δὴ τῆς Πυρήνης καὶ τῆς Ἰδουβέδας ὁ Ἴβηρ ῥεῖ ποταμός͵ παράλληλος τοῖς ὄρεσιν ἀμφοτέροις͵ πληρούμενος ἐκ τῶν ἐντεῦθεν καταφερομένων ποταμῶν καὶ τῶν ἄλλων ὑδάτων. ἐπὶ δὲ τῶι Ἴβηρι πόλις ἐστὶ Καισαραυγοῦστα κα λουμένη καὶ Κέλσα κατοικία τις ἔχουσα γεφύρας λιθίνης διάβασιν. συνοικεῖται δὲ ὑπὸ πλειόνων ἐθνῶν ἡ χώρα͵ γνωριμωτάτου δὲ τοῦ τῶν Ἰακκητανῶν λεγομένου. τοῦτο δ᾽ ἀρξάμενον ἀπὸ τῆς παρωρείας τῆς κατὰ τὴν Πυρήνην εἰς τὰ πεδία πλατύνεται καὶ συνάπτει τοῖς περὶ Ἰλέρδαν καὶ Ὄσκαν χωρίοις͵ τοῖς τῶν Ἰλεργετῶν οὐ πολὺ ἄπωθεν τοῦ Ἴβηρος. ἐν δὲ ταῖς πόλεσι ταύταις ἐπολέμει τὸ τελευταῖον Σερτώριος καὶ ἐν Καλαγούρι Οὐασκώνων πόλει καὶ τῆς παραλίας ἐν Ταρράκωνι καὶ ἐν τῶι Ἡμεροσκοπείωι μετὰ τὴν ἐκ Κελτιβήρων ἔκπτωσιν͵ ἐτελεύτα δ᾽ ἐν Ὄσκαι. κἀν Ἰλέρδαι ὕστερον Ἀφράνιος καὶ Πετρήιος οἱ τοῦ Πομπηίου στρατηγοὶ κατεπολεμήθησαν ὑπὸ Καίσαρος τοῦ θεοῦ. διέχει δὲ ἡ Ἰλέρδα τοῦ μὲν Ἴβηρος ὡς ἐπὶ δύσιν ἰόντι σταδίους ἑκατὸν ἑξήκοντα͵ Ταρράκωνος δὲ πρὸς νότον περὶ τετρακοσίους ἑξήκοντα͵ πρὸς ἄρκτον δὲ Ὄσκας πεντακοσίους τετταράκοντα. διὰ τούτων δὲ τῶν μερῶν ἡ ἐκ Ταρράκωνος ἐπὶ τοὺς ἐσχάτους ἐπὶ τῶι ὠκεανῶι Οὐάσκωνας τοὺς κατὰ Πομπέλωνα καὶ τὴν ἐπ᾽ αὐτῶι τῶι ὠκεανῶι Οἰασῶνα πόλιν ὁδός ἐστι σταδίων δισχιλίων τετρακοσίων πρὸς αὐτὰ τὰ τῆς Ἀκυιτανίας ὅρια καὶ τῆς Ἰβηρίας. Ἰακκητανοὶ δ᾽ εἰσὶν ἐν οἷς τότε μὲν Σερτώριος ἐπολέμει πρὸς Πομπήιον͵ ὕστερον δ᾽ ὁ τοῦ Πομπηίου υἱὸς Σέξτος πρὸς τοὺς Καίσαρος στρατηγούς. ὑπέρκειται δὲ τῆς Ἰακκητανίας πρὸς ἄρκτον τὸ τῶν Οὐασκώνων ἔθνος͵ ἐν ὧι πόλις Πομπέλων ὡς ἂν Πομπηιόπολις.

4.11

Αὐτῆς δὲ τῆς Πυρήνης τὸ μὲν Ἰβηρικὸν πλευρὸν εὔδενδρόν ἐστι παντοδαπῆς ὕλης καὶ τῆς ἀειθαλοῦς͵ τὸ δὲ Κελτικὸν ψιλόν͵ τὰ δὲ μέσα περιέχει καλῶς οἰκεῖσθαι δυναμένους αὐλῶνας. ἔχουσι δ᾽ αὐτοὺς Κερρητανοὶ τὸ πλέον τοῦ Ἰβηρικοῦ φύλου͵ παρ᾽ οἷς πέρναι διάφοροι συντίθενται ταῖς Κανταβρικαῖς ἐνάμιλλοι͵ πρόσοδον οὐ μικρὰν τοῖς ἀνθρώποις παρέχουσαι.

4.12

Ὑπερβαλόντι δὲ τὴν Ἰδουβέδαν ἡ Κελτιβηρία παραχρῆμα πολλὴ καὶ ἀνώμαλος͵ τὸ μέν [τοι] πλέον αὐτῆς ἐστὶ τραχὺ καὶ ποταμόκλυστον· διὰ γὰρ τούτων ὅ τε Ἄνας φέρεται καὶ ὁ Τάγος καὶ οἱ ἐφεξῆς ποταμοὶ οἱ πλείους οἱ ἐπὶ τὴν ἑσπερίαν θάλατταν καταφερόμενοι͵ τὴν ἀρχὴν ἔχοντες ἐκ τῆς [Κελτ]ιβηρίας· ὧν ὁ Δούριος φέρεται παρὰ τὴν Νομαντίαν καὶ τὴν Σεργουντίαν͵ ὁ δὲ Βαῖτις ἐκ τῆς Ὀροσπέδας τὰς ἀρχὰς ἔχων διὰ τῆς Ὠρητανίας εἰς τὴν Βαιτικὴν ῥεῖ. οἰκοῦσι δ᾽ ἐκ μὲν τῶν πρὸς ἄρκτον μερῶν τοῖς Κελτίβηρσι Βήρωνες Καντάβροις ὅμοροι τοῖς Κονίσκοις͵ καὶ αὐτοὶ τοῦ Κελτικοῦ στόλου γεγονότες͵ ὧν ἐστι πόλις Οὐαρία κατὰ τὴν τοῦ Ἴβηρος διάβασιν κειμένη· συνεχεῖς δ᾽ εἰσὶ καὶ Βαρδυήταις͵ οὓς οἱ νῦν Βαρδούλους καλοῦσιν· ἐκ δὲ τοῦ ἑσπερίου τῶν τε Ἀστύρων τινὲς καὶ τῶν Καλλαϊκῶν καὶ Οὐακκαίων͵ ἔτι δὲ Οὐεττώνων καὶ Καρπητανῶν· ἐκ δὲ τῶν νοτίων Ὠρητανοί τε καὶ ὅσοι ἄλλοι τὴν Ὀροσπέδαν οἰκοῦσι Βαστητανῶν τε καὶ Ἐδητανῶν· πρὸς ἕω δὲ Ἰδουβέδα.

4.13

Αὐτῶν τε τῶν Κελτιβήρων εἰς τέτταρα μέρη διηιρημένων οἱ κράτιστοι μάλιστα πρὸς ἕω εἰσὶ καὶ πρὸς νότον οἱ Ἀρουάκοι͵ συνάπτοντες Καρπητανοῖς καὶ ταῖς τοῦ Τάγου πηγαῖς· πόλις δ᾽ αὐτῶν ὀνομαστοτάτη Νομαντία. ἔδειξαν δὲ τὴν ἀρετὴν τῶι Κελτιβηρικῶι πολέμωι τῶι πρὸς Ῥωμαίους εἰκοσαετεῖ γενομένωι· πολλὰ γὰρ στρατεύματα σὺν ἡγεμόσιν ἐφθάρη͵ τὸ δὲ τελευταῖον οἱ Νομαντῖνοι πολιορκούμενοι ἀπεκαρτέρησαν πλὴν ὀλίγων τῶν ἐνδόντων τὸ τεῖχος. καὶ οἱ Λούσωνες δὲ ἑῶιοί εἰσι͵ συνάπτοντες καὶ αὐτοὶ ταῖς τοῦ Τάγου πηγαῖς. τῶν δ᾽ Ἀρουάκων ἐστὶ καὶ Σεγήδα πόλις καὶ Παλλαντία. διέχει δὲ Νομαντία τῆς Καισαραυγούστας͵ ἣν ἔφαμεν ἐπὶ τῶι Ἴβηρι ἱδρῦσθαι͵ σταδίους ἐπὶ ὀκτακοσίους. καὶ Σεγοβρίγα δ᾽ ἐστὶ τῶν Κελτιβήρων πόλις καὶ Βίλβιλις͵ περὶ ἃς Μέτελλος καὶ Σερτώριος ἐπολέμησαν. Πολύβιος δὲ τὰ τῶν Οὐακκαίων καὶ τῶν Κελτιβήρων ἔθνη καὶ χωρία διεξιὼν συλλέγει ταῖς ἄλλαις πόλεσι καὶ Σεγεσάμαν καὶ Ἰντερκατίαν. φησὶ δὲ Ποσειδώνιος Μάρκον Μάρκελλον πράξασθαι φόρον ἐκ τῆς Κελτιβηρίας τάλαντα ἑξακόσια͵ ἐξ οὗ τεκμαίρεσθαι πάρεστιν ὅτι καὶ πολλοὶ ἦσαν οἱ Κελτίβηρες καὶ χρημάτων εὐποροῦντες͵ καίπερ οἰκοῦντες χώραν παρά λυπρον. Πολυβίου δ᾽ εἰπόντος τριακοσίας αὐτῶν καταλῦσαι πόλεις Τιβέριον Γράκχον͵ κωμωιδῶν φησι τοῦτο τῶι Γράκχωι χαρίσασθαι τὸν ἄνδρα͵ τοὺς πύργους καλοῦντα πόλεις͵ ὥσπερ ἐν ταῖς θριαμβικαῖς πομπαῖς. καὶ ἴσως οὐκ ἄπιστον τοῦτο λέγει· καὶ γὰρ οἱ στρατηγοὶ καὶ οἱ συγγραφεῖς ῥαιδίως ἐπὶ τοῦτο φέρονται τὸ ψεῦσμα καλλωπίζοντες τὰς πράξεις͵ ἐπεὶ καὶ οἱ φάσκοντες πλείους ἢ χιλίας τὰς τῶν Ἰβήρων ὑπάρξαι πόλεις ἐπὶ τοῦτο φέρεσθαί μοι δοκοῦσι͵ τὰς μεγάλας κώμας πόλεις ὀνομάζοντες. οὔτε γὰρ ἡ τῆς χώρας φύσις πόλεων ἐπιδεκτικὴ πολλῶν ἐστι διὰ τὴν λυπρότητα ἢ διὰ τὸν ἐκτοπισμὸν καὶ τὸ ἀνήμερον͵ οὔθ᾽ οἱ βίοι καὶ πράξεις αὐτῶν (ἔξω τῶν κατὰ τὴν παραλίαν τὴν καθ᾽ ἡμᾶς) ὑπαγορεύουσι τοιοῦτον οὐδέν· ἄγριοι γὰρ οἱ κατὰ κώμας οἰκοῦντες· τοιοῦτοι δ᾽ οἱ πολλοὶ τῶν Ἰβήρων· αἱ δὲ πόλεις ἡμεροῦσιν οὐδ᾽ αὗται ῥαιδίως͵ ὅταν πλεονάζηι τὸ τὰς ὕλας ἐπὶ κακῶι τῶν πλησίον οἰκοῦν.

4.14

Μετὰ δὲ τοὺς Κελτίβηρας πρὸς νότον εἰσὶν οἱ τὸ ὄρος οἰκοῦντες τὴν Ὀροσπέδαν καὶ τὴν περὶ τὸν Σούκρωνα χώραν Ἐδητανοί͵ μέχρι Καρχηδόνος͵ καὶ Βαστητανοὶ καὶ Ὠρητανοί͵ σχεδὸν δέ τι καὶ μέχρι Μαλάκας.

4.15

Πελτασταὶ δ᾽ ἅπαντες͵ ὡς εἰπεῖν͵ ὑπῆρξαν οἱ Ἴβηρες καὶ κοῦφοι κατὰ τὸν ὁπλισμὸν διὰ τὰς ληιστείας͵ οἵους ἔφαμεν τοὺς Λυσιτανούς͵ ἀκοντίωι καὶ σφενδόνηι καὶ μαχαίρα χρώμενοι· ταῖς δὲ πεζαῖς δυνάμεσι παρεμέμικτο καὶ ἱππεία͵ δεδιδαγμένων ἵππων ὀρειβατεῖν καὶ κατοκλάζεσθαι ῥαιδίως ἀπὸ προστάγματος͵ ὅτε τούτου δέοι. φέρει δ᾽ ἡ Ἰβηρία δορκάδας πολλὰς καὶ ἵππους ἀγρίους. ἔστι δ᾽ ὅπου καὶ αἱ λίμναι πληθύουσιν ὀρνέοις. εἰσὶ δὲ κύκνοι καὶ τὰ παραπλήσια͵ πολλαὶ δὲ καὶ ὠτίδες· κάστορας φέρουσι μὲν οἱ ποταμοί͵ τὸ δὲ καστόριον οὐκ ἔχει τὴν αὐτὴν δύναμιν τῶι Ποντικῶι· ἴδιον γὰρ τῶι Ποντικῶι πάρεστι τὸ φαρμακῶδες͵ καθάπερ ἄλλοις πολλοῖς. ἐπεί͵ φησὶν ὁ Ποσειδώνιος͵ καὶ ὁ Κύπριος χαλκὸς μόνος φέρει τὴν καδμείαν λίθον καὶ τὸ χαλκανθὲς καὶ τὸ σπόδιον. ἴδιον δ᾽ εἴρηκεν Ἰβηρίαι ὁ Ποσειδώνιος καὶ τὸ τὰς κορώνας μελαίνας εἶναι καὶ τὸ τοὺς ἵππους τῶν Κελτιβήρων ὑποψάρους ὄντας͵ ἐπειδὰν εἰς τὴν ἔξω μεταχθῶσιν Ἰβηρίαν͵ μεταβάλλειν τὴν χρόαν. ἐοικέναι δὲ τοῖς Παρθικοῖς· καὶ γὰρ ταχεῖς εἶναι καὶ εὐδρόμους μᾶλλον τῶν ἄλλων.

4.16

Καὶ τῶν ῥιζῶν τῶν εἰς βαφὴν χρησίμων πλῆθος. ἐλαίας δὲ πέρι καὶ ἀμπέλου καὶ συκῆς καὶ τῶν παραπλησίων φυτῶν ἡ καθ᾽ ἡμᾶς Ἰβηρικὴ παραλία πάντων εὐπορεῖ͵ συχνὴ δὲ καὶ .... τῶν ἐκτὸς ἡ μὲν παρωκεανῖτις ἡ πρόσβορρος ἀμοιρεῖ διὰ τὰ ψύχη͵ ἡ δ᾽ ἄλλη τὸ πλέον διὰ τὴν ὀλιγωρίαν τῶν ἀνθρώπων καὶ τὸ μὴ πρὸς διαγωγὴν ἀλλὰ μᾶλλον πρὸς ἀνάγκην καὶ ὁρμὴν θηριώδη μετὰ ἔθους φαύλου ζῆν· εἰ μή τις οἴεται πρὸς διαγωγὴν ζῆν τοὺς οὔρωι λουομένους ἐν δεξαμεναῖς παλαιουμένωι͵ καὶ τοὺς ὀδόντας σμηχομένους καὶ αὐτοὺς καὶ τὰς γυναῖκας αὐτῶν͵ καθάπερ τοὺς Καντάβρους φασὶ καὶ τοὺς ὁμόρους αὐτοῖς. καὶ τοῦτό τε καὶ τὸ χαμευνεῖν κοινόν ἐστι τοῖς Ἴβηρσι πρὸς τοὺς Κελτούς. ἔνιοι δὲ τοὺς Καλλαϊκοὺς ἀθέους φασί͵ τοὺς δὲ Κελτίβηρας καὶ τοὺς προσβόρρους τῶν ὁμόρων αὐτοῖς ἀνωνύμωι τινὶ θεῶι [θύειν] ταῖς πανσελήνοις νύκτωρ πρὸ τῶν πυλῶν͵ πανοικίους τε χορεύειν καὶ παννυχίζειν. τοὺς δὲ Οὐέττωνας͵ ὅτε πρῶτον εἰς τὸ τῶν Ῥωμαίων παρῆλθον στρατόπεδον͵ ἰδόντας τῶν ταξιαρχῶν τινας ἀνακάμπτοντας ἐν ταῖς ὁδοῖς περιπάτου χάριν͵ μανίαν ὑπολαβόντας ἡγεῖσθαι τὴν ὁδὸν αὐτοῖς ἐπὶ τὰς σκηνάς͵ ὡς δέον ἢ μένειν καθ᾽ ἡσυχίαν ἱδρυθέντας ἢ μάχεσθαι.

4.17

Τῆς δὲ βαρβαρικῆς ἰδέας καὶ τὸν τῶν γυναικῶν ἐνίων κόσμον θείη τις ἄν͵ ὃν εἴρηκεν Ἀρτεμίδωρος· ὅπου μὲν γὰρ περιτραχήλια σιδηρᾶ φορεῖν αὐτάς φησιν ἔχοντα κόρακας καμπτομένους ὑπὲρ κορυφῆς καὶ προπίπτοντας πρὸ τοῦ μετώπου πολύ͵ κατὰ τούτων δὲ τῶν κοράκων͵ ὅτε βούλονται͵ κατασπᾶν τὸ κάλυμμα ὥστε ἐμπετασθὲν σκιάδιον τῶι προσώπωι παρέχειν͵ καὶ νομίζειν κόσμον· ὅπου δὲ τυμπάνιον περικεῖσθαι πρὸς μὲν τῶι ἰνίωι περιφερὲς καὶ σφίγγον τὴν κεφαλὴν μέχρι τῶν παρωτίδων͵ εἰς ὕψος δὲ καὶ πλάτος ἐξυπτιασμένον κατ᾽ ὀλίγον· ἄλλας δὲ τὰ προκόμια ψιλοῦν ἐπὶ τοσοῦτον ὥστ᾽ ἀποστίλβειν τοῦ μετώπου μᾶλλον· τὰς δ᾽ ὅσον ποδιαῖον τὸ ὕψος ἐπιθεμένας στυλίσκον περιπλέκειν αὐτῶι τὴν χαίτην͵ εἶτα καλύπτραι μελαίνηι περιστέλλειν. πρὸς δὲ τῆι ἀηθείαι τῆι τοιαύτηι πολλὰ καὶ ἑώραται καὶ μεμύθευται περὶ πάντων κοινῆι τῶν Ἰβηρικῶν ἐθνῶν͵ διαφερόντως δὲ τῶν προσβόρρων͵ οὐ μόνον τὰ πρὸς ἀνδρείαν ἀλλὰ καὶ τὰ πρὸς ὠμότητα καὶ ἀπόνοιαν θηριώδη. καὶ γὰρ τέκνα μητέρες ἔκτειναν πρὶν ἁλῶναι κατὰ τὸν πόλεμον τὸν ἐν Καντάβροις͵ καὶ παιδίον δὲ δεδεμένων αἰχμαλώτων τῶν γονέων καὶ ἀδελφῶν ἔκτεινε πάντας κελεύσαντος τοῦ πατρὸς σιδήρου κυριεῦσαν͵ γυνὴ δὲ τοὺς συναλόντας. κληθεὶς δέ τις εἰς μεθυσκομένους ἔβαλεν αὑτὸν εἰς πυράν. κοινὰ δὲ καὶ ταῦτα πρὸς τὰ Κελτικὰ ἔθνη καὶ τὰ Θράικια καὶ Σκυθικά͵ κοινὰ δὲ καὶ [τὰ] πρὸς ἀνδρείαν τήν τε τῶν ἀνδρῶν καὶ τὴν τῶν γυναικῶν. γεωργοῦσιν αὗται τεκοῦσαί τε διακονοῦσι τοῖς ἀνδράσιν ἐκείνους ἀνθ᾽ ἑαυτῶν κατακλίνασαι· ἔν τε τοῖς ἔργοις πολλάκις αὐταὶ καὶ λούουσι καὶ σπαργανοῦσιν ἀποκλίνασαι πρός τι ῥεῖθρον. ἐν δὲ τῆι Λιγυστικῆι φησὶν ὁ Ποσειδώνιος διηγήσασθαι τὸν ξένον ἑαυτῶι Χαρμόλεων Μασσαλιώτην ἄνδρα͵ ὅτι μισθώσαιτο ἄνδρας ὁμοῦ καὶ γυναῖκας ἐπὶ σκαφητόν͵ ὠδίνασα δὲ μία τῶν γυναικῶν ἀπέλθοι ἀπὸ τοῦ ἔργου πλησίον͵ τεκοῦσα δ᾽ ἐπανέλθοι ἐπὶ τοὖργον αὐτίκα͵ ὅπως μὴ ἀπολέσειε τὸν μισθόν· αὐτὸς δὲ ἐπιπόνως ἰδὼν ἐργαζομένην͵ οὐκ εἰδὼς τὴν αἰτίαν πρότερον ὀψὲ μάθοι καὶ ἀφείη δοὺς τὸν μισθόν· ἡ δ᾽ ἐκκομίσασα τὸ νήπιον πρός τι κρηνίον͵ λούσασα καὶ σπαργανώσασα οἷς εἶχε διασώσειεν οἴκαδε.

4.18

Οὐκ ἴδιον δὲ τῶν Ἰβήρων οὐδὲ τοῦτο σύνδυο ἐφ᾽ ἵππων κομίζεσθαι͵ κατὰ δὲ τὰς μάχας τὸν ἕτερον πεζὸν ἀγωνίζεσθαι. οὐδὲ τὸ τῶν μυῶν πλῆθος ἴδιον͵ ἀφ᾽ οὗ καὶ λοιμικαὶ νόσοι πολλάκις ἠκολούθησαν. συνέβη δ᾽ ἐν τῆι Κανταβρίαι τοῦτο τοῖς Ῥωμαίοις͵ ὥστε καὶ μισθοὺς ἄρνυσθαι μυοθηροῦντας πρὸς μέτρον ἀποδειχθέν͵ [καὶ] διεσώζοντο μόλις· προσελάμβανε δὲ καὶ ἄλλων σπάνις καὶ σίτου· ἐπεσιτίζοντο δὲ ἐκ τῆς Ἀκυιτανίας χαλεπῶς διὰ τὰς δυσχωρίας. τῆς δ᾽ ἀπονοίας καὶ τοῦτο λέγεται τῆς Καντάβρων͵ ὅτι ἁλόντες τινὲς ἀναπεπηγότες ἐπὶ τῶν σταυρῶν ἐπαιάνιζον. τὰ μὲν οὖν τοιαῦτα τῶν ἠθῶν ἀγριότητός τινος παραδείγματ᾽ ἂν εἴη· τὰ δὲ τοιαῦτα ἧττον μὲν ἴσως πολιτικά͵ οὐ θηριώδη δέ͵ οἷον τὸ παρὰ τοῖς Καντάβροις τοὺς ἄνδρας διδόναι ταῖς γυναιξὶ προῖκα [καὶ] τὸ τὰς θυγατέρας κληρονόμους ἀπολείπεσθαι τούς τε ἀδελφοὺς ὑπὸ τούτων ἐκδίδοσθαι γυναιξίν· ἔχει γάρ τινα γυναικοκρατίαν· τοῦτο δ᾽ οὐ πάνυ πολιτικόν. Ἰβηρικὸν δὲ καὶ τὸ ἐν ἔθει [εἶναι] παρατίθεσθαι τοξικὸν ὃ συντιθέασιν ἐκ βοτάνης σελίνωι προσομοίας ἄπονον͵ ὥστ᾽ ἔχειν ἐν ἑτοίμωι πρὸς τὰ ἀβούλητα͵ καὶ τὸ κατασπένδειν αὑτοὺς οἷς ἂν προσθῶνται͵ ὥστε ἀποθνήσκειν αὐτοὺς ὑπὲρ αὐτῶν.

4.19

Τινὲς μὲν οὖν εἰς τέτταρα μέρη διηιρῆσθαί φασι τὴν χώραν ταύτην͵ καθάπερ εἴπομεν͵ ἄλλοι δὲ πενταμερῆ λέγουσιν. οὐκ ἔστι δὲ τἀκριβὲς ἐν τούτοις ἀποδιδόναι διὰ τὰς μεταβολὰς καὶ τὴν ἀδοξίαν τῶν τόπων. ἐν γὰρ τοῖς γνωρίμοις καὶ ἐνδόξοις αἵ τε μεταναστάσεις γνώριμοι καὶ οἱ μερισμοὶ τῆς χώρας καὶ αἱ μεταβολαὶ τῶν ὀνομάτων καὶ εἴ τι ἄλλο παραπλήσιον· θρυλεῖται γὰρ ὑπὸ πολλῶν καὶ μάλιστα τῶν Ἑλλήνων. ὅσα δὲ καὶ βάρβαρα καὶ ἐκτετοπισμένα καὶ μικρόχωρα καὶ διεσπασμένα͵ τούτων ὑπομνήματα οὔτ᾽ ἀσφαλῆ ἐστιν οὔτε πολλά· ὅσα δὲ δὴ πόρρω τῶν Ἑλλήνων ἐπιτείνει τὴν ἄγνοιαν. οἱ δὲ τῶν Ῥωμαίων συγγραφεῖς μιμοῦνται μὲν τοὺς Ἕλληνας͵ ἀλλ᾽ οὐκ ἐπὶ πολύ· καὶ γὰρ ἃ λέγουσι παρὰ τῶν Ἑλλήνων μεταφέρουσιν͵ ἐξ ἑαυτῶν δ᾽ οὐ πολὺ μὲν προσφέρονται τὸ φιλείδημον ὥσθ᾽͵ ὁπόταν ἔλλειψις γένηται παρ᾽ ἐκείνων͵ οὐκ ἔστι πολὺ τὸ ἀναπληρούμενον ὑπὸ τῶν ἑτέρων͵ ἄλλως τε καὶ τῶν ὀνομάτων͵ ὅσα ἐνδοξότατα͵ τῶν πλείστων ὄντων Ἑλληνικῶν· ἐπεὶ καὶ Ἰβηρίαν ὑπὸ μὲν τῶν προτέρων καλεῖσθαι πᾶσαν τὴν ἔξω τοῦ Ῥοδανοῦ καὶ τοῦ ἰσθμοῦ τοῦ ὑπὸ τῶν Γαλατικῶν κόλπων σφιγγομένου͵ οἱ δὲ νῦν ὅριον αὐτῆς τίθενται τὴν Πυρήνην͵ συνωνύμως τε τὴν αὐτὴν Ἰβηρίαν λέγουσι καὶ Ἱσπανίαν· [ἄλλοι δ᾽ Ἰβηρίαν] μόνην ἐκάλουν τὴν ἐντὸς τοῦ Ἴβηρος· οἱ δ᾽ ἔτι πρότερον αὐτοὺς τούτους Ἰγλῆτας͵ οὐ πολλὴν χώραν νεμομένους͵ ὥς φησιν Ἀσκληπιάδης ὁ Μυρλεανός. Ῥωμαῖοι δὲ τὴν σύμπασαν καλέσαντες συνωνύμως Ἰβηρίαν τε καὶ Ἱσπανίαν τὸ μὲν αὐτῆς μέρος εἶπον τὴν ἐκτὸς τὸ δὲ ἕτερον τὴν ἐντός· ἄλλοτε δ᾽ ἄλλως διαιροῦσι πρὸς τοὺς καιροὺς πολιτευόμενοι.

4.20

Νυνὶ δὲ τῶν ἐπαρχιῶν τῶν μὲν ἀποδειχθεισῶν τῶι δήμωι τε καὶ τῆι συγκλήτωι τῶν δὲ τῶι ἡγεμόνι τῶν Ῥωμαίων͵ ἡ μὲν Βαιτικὴ πρόσκειται τῶι δήμωι͵ καὶ πέμπεται στρατηγὸς ἐπ᾽ αὐτὴν ἔχων ταμίαν τε καὶ πρεσβευτήν· ὅριον δ᾽ αὐτῆς τεθείκασι πρὸς ἠῶ πλησίον Καστλῶνος. ἡ δὲ λοιπὴ Καίσαρός ἐστι· πέμπονται δ᾽ ὑπ᾽ αὐτοῦ δύο πρεσβευταί͵ στρατηγικός τε καὶ ὑπατικός͵ ὁ μὲν στρατηγικὸς ἔχων σὺν αὑτῶι πρεσβευτήν͵ δικαιοδοτήσων Λυσιτανοῖς τοῖς παρακειμένοις τῆι Βαιτικῆι καὶ διατείνουσι μέχρι τοῦ Δουρίου ποταμοῦ καὶ τῶν ἐκβολῶν αὐτοῦ· καλοῦσι γὰρ οὕτω τὴν χώραν ταύτην ἰδίως ἐν τῶι παρόντι. ἐνταῦθα δ᾽ ἔστι καὶ ἡ Αὐγοῦστα Ἠμερίτα. ἡ [δὲ] λοιπὴ (αὕτη δ᾽ ἐστὶν ἡ πλείστη τῆς Ἰβηρίας) ὑπὸ τῶι ὑπατικῶι ἡγεμόνι στρατιάν τε ἔχοντι ἀξιόλογον τριῶν που ταγμάτων καὶ πρεσβευτὰς τρεῖς͵ ὧν ὁ μὲν δύο ἔχων τάγματα παραφρουρεῖ τὴν πέραν τοῦ Δουρίου πᾶσαν ἐπὶ τὰς ἄρκτους͵ ἣν οἱ μὲν πρότερον Λυσιτανοὺς ἔλεγον οἱ δὲ νῦν Καλλαϊκοὺς καλοῦσι· συνάπτει δὲ τούτοις τὰ προσάρκτια μέρη μετὰ τῶν Ἀστύρων καὶ τῶν Καντάβρων. ῥεῖ δὲ διὰ τῶν Ἀστύρων Μέλσος ποταμός͵ καὶ μικρὸν ἀπωτέρω πόλις Νοῖγα͵ καὶ πλησίον ἐκ τοῦ ὠκεανοῦ ἀνάχυσις ὁρίζουσα τοὺς Ἄστυρας ἀπὸ τῶν Καντάβρων· τὴν δ᾽ ἑξῆς παρόρειον μέχρι Πυρήνης ὁ δεύτερος τῶν πρεσβευτῶν μετὰ τοῦ ἑτέρου τάγματος ἐπισκοπεῖ. ὁ δὲ τρίτος τὴν μεσόγαιαν͵ συνέχει δὲ τὰ τῶν [τογάτων] ἤδη λεγομένων ὡς ἂν εἰρηνικῶν καὶ εἰς τὸ ἥμερον καὶ τὸν Ἰταλικὸν τύπον μετακειμένων ἐν τῆι τηβεννικῆι ἐσθῆτι. οὗτοι δ᾽ εἰσὶν οἱ Κελτίβηρες καὶ οἱ τοῦ Ἴβηρος πλησίον ἑκατέρωθεν οἰκοῦντες μέχρι τῶν πρὸς θαλάττηι μερῶν. αὐτὸς δὲ ὁ ἡγεμὼν διαχειμάζει μὲν ἐν τοῖς ἐπιθαλαττιαίοις μέρεσι καὶ μάλιστα τῆι Καρχηδόνι καὶ τῆι Ταρράκωνι δικαιοδοτῶν͵ θέρους δὲ περίεισιν ἐφορῶν ἀεί τινα τῶν δεομένων ἐπανορθώσεως. εἰσὶ δὲ καὶ ἐπίτροποι τοῦ Καίσαρος͵ ἱππικοὶ ἄνδρες͵ οἱ διανέμοντες τὰ χρήματα τοῖς στρατιώταις εἰς τὴν διοίκησιν τοῦ βίου.


Κεφάλαιο 5 5.1

Τῶν δὲ προκειμένων νήσων τῆς Ἰβηρίας τὰς μὲν Πιτυούσσας δύο καὶ τὰς Γυμνησίας δύο (καλοῦσι καὶ Βαλιαρίδας) προκεῖσθαι συμβαίνει τῆς μεταξὺ Ταρράκωνος καὶ Σούκρωνος παραλίας͵ ἐφ᾽ ἧς ἵδρυται τὸ Σάγουντον· εἰσὶ δὲ καὶ πελάγιαι͵ μᾶλλον αἱ Πιτυοῦσσαι καὶ πρὸς ἑσπέραν κεκλιμέναι τῶν Γυμνησίων. καλεῖται δ᾽ αὐτῶν ἡ μὲν Ἔβουσος πόλιν ἔχουσα ὁμώνυμον· κύκλος δὲ τῆς νήσου τετρακόσιοι στάδιοι͵ παρώμαλος τὸ πλάτος καὶ τὸ μῆκος· ἡ δὲ Ὀφιοῦσσα ἔρημος καὶ πολὺ ἐλάττων ταύτης πλησίον κειμένη. τῶν δὲ Γυμνησίων ἡ μὲν μείζων ἔχει δύο πόλεις͵ Πάλμαν καὶ Πολεντίαν͵ τὴν μὲν πρὸς ἕω κειμένην τὴν Πολεντίαν͵ τὴν δ᾽ ἑτέραν πρὸς δύσιν. μῆκος δὲ τῆς νήσου μικρὸν ἀπολεῖπον τῶν ἑξακοσίων σταδίων͵ πλάτος δὲ διακοσίων· Ἀρτεμίδωρος δὲ διπλάσιον εἴρηκε καὶ τὸ πλάτος καὶ τὸ μῆκος. ἡ δ᾽ ἐλάττων ὡς [διακοσίους] ἑβδομήκοντα τῆς Πολεντίας διέχει σταδίους· κατὰ μέγεθος μὲν οὖν πολὺ τῆς μείζονος ἀπολείπεται͵ κατὰ δὲ τὴν ἀρετὴν οὐδὲν αὐτῆς χείρων ἐστίν· ἄμφω γὰρ εὐδαίμονες καὶ εὐλίμενοι͵ χοιραδώδεις δὲ κατὰ τὰ στόματα͵ ὥστε δεῖν προσοχῆς τοῖς εἰσπλέουσι. διὰ δὲ τὴν ἀρετὴν τῶν τόπων καὶ οἱ κατοικοῦντες εἰρηναῖοι͵ καθάπερ καὶ οἱ κατὰ τὴν Ἔβουσον. κακούργων δέ τινων ὀλίγων κοινωνίας συστησαμένων πρὸς τοὺς ἐν τοῖς πελάγεσι ληιστάς͵ διεβλήθησαν ἅπαντες͵ καὶ διέβη Μέτελλος ἐπ᾽ αὐτοὺς ὁ Βαλιαρικὸς προσαγορευθείς͵ ὅστις καὶ τὰς πόλεις ἔκτισε. διὰ δὲ τὴν αὐτὴν ἀρετὴν ἐπιβουλευόμενοι͵ καίπερ εἰρηναῖοι ὄντες͵ ὅμως σφενδονῆται ἄριστοι λέγονται· καὶ τοῦτ᾽ ἤσκησαν͵ ὥς φασι͵ διαφερόντως ἐξ ὅτου Φοίνικες κατέσχον τὰς νήσους. οὗτοι δὲ καὶ ἐνδῦσαι λέγονται πρῶτοι τοὺς ἀνθρώπους χιτῶνας πλατυσήμους ....... ἄζωστοι δ᾽ ἐπὶ τοὺς ἀγῶνας ἐξήιεσαν͵ αἰγίδα περὶ τῆι χειρὶ ἔχοντες * ἢ πεπυρακτωμένον ἀκόντιον͵ σπάνιον δὲ καὶ λελογχωμένον σιδήρωι μικρῶι. σφενδόνας δὲ περὶ τῆι κεφαλῆι τρεῖς μελαγκρανίνας ἢ τριχίνας ἢ νευρίνας͵ τὴν μὲν μακρόκωλον πρὸς τὰς μακροβολίας͵ τὴν δὲ βραχύκωλον πρὸς τὰς ἐν βραχεῖ βολάς͵ τὴν δὲ μέσην πρὸς τὰς μέσας. ἠσκοῦντο δ᾽ ἐκ παίδων οὕτως ταῖς σφενδόναις ὥστ᾽ οὐδ᾽ ἄλλως τοῖς παισὶν ἄρτον ἐδίδοσαν ἄνευ τοῦ τῆι σφενδόνηι τυχεῖν. διόπερ ὁ Μέτελλος προσπλέων πρὸς τὰς νήσους δέρρεις ἔτεινεν ὑπὲρ τῶν καταστρωμάτων σκέπην πρὸς τὰς σφενδόνας. εἰσήγαγε δὲ ἐποίκους τρισχιλίους τῶν ἐκ τῆς Ἰβηρίας Ῥωμαίων.

5.2

Πρὸς δὲ τῆι εὐκαρπίαι τῆς γῆς καὶ τὸ μηδὲν τῶν σινομένων θηρίων εὑρίσκεσθαι ῥαιδίως ἐνταῦθα πρόσεστιν· οὐδὲ γὰρ τοὺς λαγιδεῖς ἐπιχωρίους εἶναί φασιν͵ ἀλλὰ κομισθέντων ἐκ τῆς περαίας ὑπό τινος ἄρρενος καὶ θηλείας γενέσθαι τὴν ἐπιγονήν͵ ἣ τοσαύτη κατ᾽ ἀρχὰς ὑπῆρχεν ὥστε καὶ οἴκους ἀνατρέπειν ἐκ τῆς ὑπονομῆς καὶ δένδρα͵ καὶ ἐπὶ τοὺς Ῥωμαίους͵ ὥσπερ εἶπον͵ ἀναγκασθῆναι καταφυγεῖν τοὺς ἀνθρώπους. νῦν μέντοι τὸ εὐμεταχείριστον τῆς θήρας ἐπικρατεῖν οὐκ ἐᾶι τὴν βλάβην͵ ἀλλὰ λυσιτελῶς οἱ ἔχοντες καρποῦνται τὴν γῆν.

5.3

Αὗται μὲν οὖν ἐντὸς στηλῶν τῶν Ἡρακλείων καλουμένων. πρὸς αὐταῖς δὲ δύο νησίδια͵ ὧν θάτερον ῞Ηρας νῆσον ὀνομάζουσι· καὶ δή τινες καὶ ταύτας στήλας καλοῦσιν. ἔξω δὲ στηλῶν τὰ Γάδειρα͵ περὶ ὧν τοσοῦτον μόνον εἰρήκαμεν ὅτι τῆς Κάλπης διέχει περὶ ἑπτακοσίους καὶ πεντήκοντα σταδίους͵ τῆς δὲ ἐκβολῆς τοῦ Βαίτιδος πλησίον ἵδρυται· πλείους δ᾽ εἰσὶ λόγοι περὶ αὐτῆς. οὗτοι γάρ εἰσιν οἱ ἄνδρες οἱ τὰ πλεῖστα καὶ μέγιστα ναυκλήρια στέλλοντες εἴς τε τὴν καθ᾽ ἡμᾶς θάλατταν καὶ τὴν ἐκτός͵ οὔτε μεγάλην οἰκοῦντες νῆσον οὔτε τῆς περαίας νεμόμενοι πολλὴν οὔτ᾽ ἄλλων εὐποροῦντες νήσων͵ ἀλλὰ πλέον οἰκοῦντες τὴν θάλατταν͵ ὀλίγοι δ᾽ οἰκουροῦντες ἢ ἐν Ῥώμηι διατρίβοντες. ἐπεὶ πλήθει γε οὐδεμιᾶς ἂν ἀπολείπεσθαι δόξειε τῶν ἔξω Ῥώμης πόλεων· ἤκουσα γοῦν ἐν μιᾶι τῶν καθ᾽ ἡμᾶς τιμήσεων πεντακοσίους ἄνδρας τιμηθέντας ἱππικοὺς Γαδιτανούς͵ ὅσους οὐδένας οὐδὲ τῶν Ἰταλιωτῶν πλὴν τῶν Παταουίνων. τοσοῦτοι δ᾽ ὄντες νῆσον ἔχουσιν οὐ πολὺ μείζονα τῶν ἑκατὸν σταδίων τὸ μῆκος͵ πλάτος δ᾽ ἔσθ᾽ ὅπου καὶ σταδιαῖον. πόλιν δὲ κατ᾽ ἀρχὰς μὲν ὤικουν παντάπασι μικράν͵ προσέκτισε δ᾽ αὐτοῖς Βάλβος Γαδιτανὸς ὁ θριαμβεύσας ἄλλην ἣν νέαν καλοῦσι͵ τὴν δ᾽ ἐξ ἀμφοῖν Διδύμην͵ οὐ πλειόνων εἴκοσι σταδίων οὖσαν τὴν περίμετρον͵ οὐδὲ ταύτην στενοχωρουμένην· ὀλίγοι γὰρ οἰκουροῦσιν ἐν αὐτῆι διὰ τὸ πάντας θαλαττεύειν τὸ πλέον͵ τοὺς δὲ καὶ τὴν περαίαν οἰκεῖν͵ καὶ μάλιστα τὴν ἐπὶ τῆς προκειμένης νησῖδος διὰ τὴν εὐφυΐαν͵ ἣν ὥσπερ ἀντίπολιν πεποιήκασι τῆι Διδύμηι χαίροντες τῶι τόπωι. ὀλίγοι δὲ κατὰ σύγκρισιν καὶ ταύτην οἰκοῦσι καὶ τὸ ἐπίνειον͵ ὃ κατεσκεύασεν αὐτοῖς Βάλβος ἐν τῆι περαίαι τῆς ἠπείρου. κεῖται δ᾽ ἐπὶ τῶν ἑσπερίων τῆς νήσου μερῶν ἡ πόλις͵ προσεχὲς δ᾽ αὐτῆι τελευταῖόν ἐστι τὸ Κρόνιον πρὸς τῆι νησῖδι· τὸ δ᾽ Ἡράκλειον ἐπὶ θάτερα τέτραπται τὰ πρὸς ἕω͵ καθ᾽ ὃ δὴ μάλιστα τῆι ἠπείρωι τυγχάνει συνάπτουσα ἡ νῆσος ὅσον σταδιαῖον πορθμὸν ἀπολείπουσα. καὶ λέγουσι μὲν διέχειν τῆς πόλεως δώδεκα μίλια τὸ ἱερόν͵ ἴσον ποιοῦντες τὸν τῶν ἄθλων καὶ τὸν τῶν μιλίων ἀριθμόν· ἔστι δὲ μεῖζον καὶ σχεδόν τι τοσοῦτον ὅσον ἐστὶ τὸ τοῦ μήκους τῆς νήσου· μῆκος δ᾽ ἐστὶ τῆς νήσου τὸ ἀπὸ τῆς δύσεως ἐπὶ τὴν ἀνατολήν.

5.4

Ἐρύθειαν δὲ τὰ Γάδειρα ἔοικε λέγειν ὁ Φερεκύδης͵ ἐν ἧι τὰ περὶ τὸν Γηρυόνην μυθεύουσιν͵ ἄλλοι δὲ τὴν παραβεβλημένην ταύτηι τῆι πόλει νῆσον πορθμῶι σταδιαίωι διειργομένην͵ τὸ εὔβοτον ὁρῶντες͵ ὅτι τῶν νεμομένων αὐτόθι προβάτων τὸ γάλα ὀρὸν οὐ ποιεῖ. τυροποιοῦσί τε πολλῶι ὕδατι μίξαντες διὰ τὴν πιότητα͵ ἐν πεντήκοντά τε ἡμέραις πνίγεται τὸ ζῶιον͵ εἰ μή τις ἀποσχάζοι τι τοῦ αἵματος. ξηρὰ δέ ἐστιν ἣν νέμονται βοτάνην͵ ἀλλὰ πιαίνει σφόδρα· τεκμαίρονται δ᾽ ἐκ τού[του] πεπλάσθαι τὸν μῦθον τὸν περὶ τὰ βουκόλια τοῦ Γηρυόνου· .... κοινῆι μέντοι συνώικισται πᾶς ὁ αἰγιαλός.

5.5

Περὶ δὲ τῆς κτίσεως τῶν Γαδείρων τοιαῦτα λέγοντες μέμνηνται Γαδιτανοὶ χρησμοῦ τινος͵ ὃν γενέσθαι φασὶ Τυρίοις κελεύοντα ἐπὶ τὰς Ἡρακλέους στήλας ἀποικίαν πέμψαι· τοὺς δὲ πεμφθέντας κατασκοπῆς χάριν͵ ἐπειδὴ κατὰ τὸν πορθμὸν ἐγένοντο τὸν κατὰ τὴν Κάλπην͵ νομίσαντας τέρμονας εἶναι τῆς οἰκουμένης καὶ τῆς Ἡρακλέους στρατείας τὰ ἄκρα ποιοῦντα τὸν πορθμόν͵ ταῦτα δ᾽ αὐτὰ καὶ στήλας ὀνομάζειν τὸ λόγιον͵ κατασχεῖν εἴς τι χωρίον ἐντὸς τῶν στενῶν͵ ἐν ὧι νῦν ἔστιν ἡ τῶν Ἐξιτανῶν πόλις· ἐνταῦθα δὲ θύσαντας μὴ γενομένων καλῶν τῶν ἱερείων ἀνακάμψαι πάλιν. χρόνωι δ᾽ ὕστερον τοὺς πεμφθέντας προελθεῖν ἔξω τοῦ πορθμοῦ περὶ χιλίους καὶ πεντακοσίους σταδίους εἰς νῆσον Ἡρακλέους ἱερὰν κειμένην κατὰ πόλιν Ὀνόβαν τῆς Ἰβηρίας͵ καὶ νομίσαντας ἐνταῦθα εἶναι τὰς στήλας θῦσαι τῶι θεῶι͵ μὴ γενομένων δὲ πάλιν καλῶν τῶν ἱερείων ἐπανελθεῖν οἴκαδε. τῶι δὲ τρίτωι στόλωι τοὺς ἀφικομένους Γάδειρα κτίσαι καὶ ἱδρύσασθαι τὸ ἱερὸν ἐπὶ τοῖς ἑώιοις τῆς νήσου͵ τὴν δὲ πόλιν ἐπὶ τοῖς ἑσπερίοις. διὰ δὲ τοῦτο τοὺς μὲν δοκεῖν τὰ ἄκρα τοῦ πορθμοῦ τὰς στήλας εἶναι͵ τοὺς δὲ τὰ Γάδειρα͵ τοὺς δ᾽ ἔτι πορρώτερον τῶν Γαδείρων ἔξω προκεῖσθαι. ἔνιοι δὲ στήλας ὑπέλαβον τὴν Κάλπην καὶ τὴν Ἀβίλυκα͵ τὸ ἀντικείμενον ὄρος ἐκ τῆς Λιβύης͵ ὅ φησιν Ἐρατοσθένης ἐν τῶι Μεταγωνίωι νομαδικῶι ἔθνει ἱδρῦσθαι· οἱ δὲ τὰς πλησίον ἑκατέρου νησῖδας͵ ὧν τὴν ἑτέραν ῞Ηρας νῆσον ὀνομάζουσιν. Ἀρτεμίδωρος δὲ τὴν μὲν τῆς ῞Ηρας νῆσον καὶ ἱερὸν λέγει αὐτῆς͵ ἄλλην δέ φησιν εἶναί τινα͵ οὐδ᾽ Ἀβίλυκα ὄρος οὐδὲ Μεταγώνιον ἔθνος. καὶ τὰς Πλαγκτὰς [δὲ] καὶ τὰς Συμπληγάδας ἐνθάδε μεταφέρουσί τινες͵ ταύτας εἶναι νομίζοντες στήλας͵ ἃς Πίνδαρος καλεῖ πύλας Γαδειρίδας͵ εἰς ταύτας ὑστάτας ἀφῖχθαι φάσκων τὸν Ἡρακλέα. καὶ Δικαίαρχος δὲ καὶ Ἐρατοσθένης καὶ Πολύβιος καὶ οἱ πλεῖστοι τῶν Ἑλλήνων περὶ τὸν πορθμὸν ἀποφαίνουσι τὰς στήλας. οἱ δὲ Ἴβηρες καὶ Λίβυες ἐν Γαδείροις εἶναι φασίν· οὐδὲν γὰρ ἐοικέναι στήλαις τὰ περὶ τὸν πορθμόν. οἱ δὲ τὰς ἐν τῶι Ἡρακλείωι τῶι ἐν Γαδείροις χαλκᾶς ὀκταπήχεις͵ ἐν αἷς ἀναγέγραπται τὸ ἀνάλωμα τῆς κατασκευῆς τοῦ ἱεροῦ͵ ταύτας λέγεσθαί φασιν· ἐφ᾽ ἃς ἐρχόμενοι οἱ τελέσαντες τὸν πλοῦν καὶ θύοντες τῶι Ἡρακλεῖ διαβοηθῆναι παρεσκεύασαν͵ ὡς τοῦτ᾽ εἶναι καὶ γῆς καὶ θαλάττης τὸ πέρας. τοῦτον δ᾽ εἶναι πιθανώτατον καὶ Ποσειδώνιος ἡγεῖται τὸν λόγον͵ τὸν δὲ χρησμὸν καὶ τοὺς πολλοὺς ἀποστόλους ψεῦσμα Φοινικικόν. περὶ μὲν οὖν τῶν ἀποστόλων τί ἄν τις διισχυρίσαιτο πρὸς ἔλεγχον ἢ πίστιν͵ οὐδετέρως παράλογον [ὄν]; τὸ δὲ τὰς νησῖδας ἢ τὰ ὄρη μὴ φάσκειν ἐοικέναι στήλαις͵ ἀλλὰ ζητεῖν ἐπὶ τῶν κυρίως λεγομένων στηλῶν τοὺς τῆς οἰκουμένης ὅρους ἢ τῆς στρατείας τῆς Ἡρακλέους ἔχει μέν τινα νοῦν· ἔθος γὰρ παλαιὸν ὑπῆρχε τὸ τίθεσθαι τοιούτους ὅρους͵ καθάπερ οἱ Ῥηγῖνοι τὴν στυλίδα ἔθεσαν τὴν ἐπὶ τῶι πορθμῶι κειμένην͵ πυργίον τι͵ καὶ ὁ τοῦ Πελώρου λεγόμενος πύργος ἀντίκειται ταύτηι τῆι στυλίδι· καὶ οἱ Φιλαίνων λεγόμενοι βωμοὶ κατὰ μέσην που τὴν μεταξὺ τῶν σύρτεων γῆν· καὶ ἐπὶ τῶι ἰσθμῶι τῶι Κορινθιακῶι μνημονεύεται στήλη τις ἱδρυμένη πρότερον͵ ἣν ἔστησαν κοινῆι οἱ τὴν Ἀττικὴν σὺν τῆι Μεγαρίδι κατασχόντες Ἴωνες ἐξελαθέντες ἐκ τῆς Πελοποννήσου καὶ οἱ κατασχόντες τὴν Πελοπόννησον͵ ἐπιγράψαντες ἐπὶ μὲν τοῦ πρὸς τῆι Μεγαρίδι μέρους «τάδ᾽ οὐχὶ Πελοπόννησος ἀλλ᾽ Ἰωνία»͵ ἐκ δὲ θατέρου «τάδ᾽ ἐστὶ Πελοπόννησος οὐκ Ἰωνία». Ἀλέξανδρος δὲ τῆς Ἰνδικῆς στρατείας ὅρια βωμοὺς ἔθετο ἐν τοῖς τόποις εἰς οὓς ὑστάτους ἀφίκετο τῶν πρὸς ταῖς ἀνατολαῖς Ἰνδῶν͵ μιμούμενος τὸν Ἡρακλέα καὶ τὸν Διόνυσον. ἦν μὲν δὴ τὸ ἔθος τοῦτο.

5.6

Ἀλλὰ καὶ τοὺς τόπους εἰκός ἐστι μεταλαμβάνειν τὴν αὐτὴν προσηγορίαν͵ καὶ μάλιστα ἐπειδὰν ὁ χρόνος διαφθείρηι τοὺς τεθέντας ὅρους. οὐ γὰρ νῦν οἱ Φιλαίνων βωμοὶ μένουσιν͵ ἀλλ᾽ ὁ τόπος μετείληφε τὴν προσηγορίαν. οὐδὲ ἐν τῆι Ἰνδικῆι στήλας φασὶν ὁραθῆναι κειμένας οὔθ᾽ Ἡρακλέους οὔτε Διονύσου· καὶ λεγομένων μέντοι καὶ δεικνυμένων τόπων τινῶν οἱ Μακεδόνες ἐπίστευον τούτους εἶναι στήλας͵ ἐν οἷς τι σημεῖον εὕρισκον ἢ τῶν περὶ τὸν Διόνυσον ἱστορουμένων ἢ τῶν περὶ τὸν Ἡρακλέα. κἀνταῦθα δὴ τοὺς μὲν πρώτους οὐκ ἂν ἀπιστήσαι τις ὅροις χρήσασθαι χειροκμήτοις τισὶ βωμοῖς ἢ πύργοις ἢ στυλίσιν ἐπὶ τῶν τόπων͵ εἰς οὓς ὑστάτους ἧκον τοὺς ἐπιφανεστάτους (ἐπιφανέστατοι δὲ οἱ πορθμοὶ καὶ τὰ ἐπικείμενα ὄρη καὶ αἱ νησῖδες πρὸς τὸ ἀποδηλοῦν ἐσχατιάς τε καὶ ἀρχὰς τόπων)͵ ἐκλιπόντων δὲ τῶν χειροκμήτων ὑπομνημάτων μετενεχθῆναι τοὔνομα εἰς τοὺς τόπους͵ εἴτε τὰς νησῖδας τις βούλεται λέγειν εἴτε τὰς ἄκρας τὰς ποιούσας τὸν πορθμόν. τοῦτο γὰρ ἤδη διορίσασθαι χαλεπὸν ποτέροις χρὴ προσάψαι τὴν ἐπίκλησιν͵ διὰ τὸ ἀμφοτέροις ἐοικέναι τὰς στήλας. λέγω δὲ ἐοικέναι͵ διότι ἐν τοῖς τοιούτοις ἵδρυνται τόποις͵ οἳ σαφῶς τὰς ἐσχατιὰς ὑπαγορεύουσι͵ καθ᾽ ὃ καὶ στόμα εἴρηται ὁ πορθμὸς καὶ οὗτος καὶ ἄλλοι πλείους· τὸ δὲ στόμα πρὸς μὲν εἴσπλουν ἀρχή ἐστι͵ πρὸς δὲ ἔκπλουν ἔσχατον. τὰ οὖν ἐπὶ τῶι στόματι νησίδια ἔχοντα τὸ εὐπερίγραφόν τε καὶ σημειῶδες οὐ φαύλως στήλαις ἀπεικάζοι τις ἄν· ὡς δ᾽ αὕτως καὶ τὰ ὄρη τὰ ἐπικείμενα τῶι πορθμῶι καὶ ἐξοχήν τινα τοιαύτην ἐμφαίνοντα οἵαν αἱ στυλίδες ἢ αἱ στῆλαι. καὶ ὁ Πίνδαρος οὕτως ἂν ὀρθῶς λέγοι πύλας Γαδειρίδας͵ εἰ ἐπὶ τοῦ στόματος νοοῖντο αἱ στῆλαι· πύλαις γὰρ ἔοικε τὰ στόματα. τὰ δὲ Γάδειρα οὐκ ἐν τοιούτοις ἵδρυται τόποις ὥστε ἀποδηλοῦν ἐσχατιάν͵ ἀλλ᾽ ἐν μέσηι πως κεῖται μεγάληι παραλίαι κολπώδει. τὸ δὲ ἐπ᾽ αὐτὰς ἀναφέρειν τὰς ἐν τῶι Ἡρακλείωι στήλας τῶι ἐνθάδε ἧττον εὔλογον͵ ὡς ἐμοὶ φαίνεται· οὐ γὰρ ἐμπόρων ἀλλ᾽ ἡγεμόνων μᾶλλον ἀρξάντων τοῦ ὀνόματος τούτου͵ κρατῆσαι πιθανὸν τὴν δόξαν͵ καθάπερ καὶ ἐπὶ τῶν Ἰνδικῶν στηλῶν. ἄλλως τε καὶ ἡ ἐπιγραφὴ ἥν φασιν͵ οὐκ ἀφίδρυμα ἱερὸν δηλοῦσα ἀλλὰ ἀναλώματος κεφάλαιον͵ ἀντιμαρτυρεῖ τῶι λόγωι· τὰς γὰρ Ἡρακλείους στήλας μνημεῖα εἶναι δεῖ τῆς ἐκείνου μεγαλουργίας͵ οὐ τῆς Φοινίκων δαπάνης.

5.7

Φησὶ δὲ ὁ Πολύβιος κρήνην ἐν τῶι Ἡρακλείωι τῶι ἐν Γαδείροις εἶναι πότιμον͵ βαθμῶν ὀλίγων κατάβασιν ἔχουσαν εἰς τὸ ὕδωρ͵ ἣν ταῖς παλιρροίαις τῆς θαλάττης ἀντιπαθεῖν͵ κατὰ μὲν τὰς πλήμας ἐκλείπουσαν κατὰ δὲ τὰς ἀμπώτεις πληρουμένην. αἰτιᾶται δ᾽ ὅτι τὸ πνεῦμα τὸ ἐκ τοῦ βάθους εἰς τὴν ἐπιφάνειαν τῆς γῆς ἐκπῖπτον͵ καλυφθείσης μὲν αὐτῆς ὑπὸ τοῦ κύματος κατὰ τὰς ἐπιβάσεις τῆς θαλάττης͵ εἴργεται τῶν οἰκείων τοιούτων ἐξόδων· ἀναστρέψαν δὲ εἰς τὸ ἐντὸς ἐμφράττει τοὺς τῆς πηγῆς πόρους καὶ ποιεῖ λειψυδρίαν· γυμνωθείσης δὲ πάλιν͵ εὐθυπορῆσαν ἐλευθεροῖ τὰς φλέβας τῆς πηγῆς ὥστ᾽ ἀναβλύειν εὐπόρως. Ἀρτεμίδωρος δὲ ἀντειπὼν τούτωι καὶ ἅμα παρ᾽ αὑτοῦ τινα θεὶς αἰτίαν͵ μνησθεὶς δὲ καὶ τῆς Σιλανοῦ δόξης τοῦ συγγραφέως͵ οὔ μοι δοκεῖ μνήμης ἄξια εἰπεῖν͵ ὡς ἂν ἰδιώτης περὶ ταῦτα καὶ αὐτὸς καὶ Σιλανός. Ποσειδώνιος δὲ ψευδῆ λέγων τὴν ἱστορίαν εἶναι ταύτην δύο φησὶν εἶναι φρέατα ἐν τῶι Ἡρακλείωι καὶ τρίτον ἐν τῆι πόλει· τῶν δ᾽ ἐν τῶι Ἡρακλείωι τὸ μὲν μικρότερον ὑδρευομένων συνεχῶς αὐθωρὸν καὶ ἐκλείπειν καὶ διαλειπόντων τῆς ὑδρείας πληροῦσθαι πάλιν͵ τὸ δὲ μεῖζον δι᾽ ὅλης τῆς ἡμέρας τὴν ὑδρείαν ἔχον͵ μειούμενον μέντοι͵ καθάπερ καὶ τἆλλα φρέατα πάντα͵ νύκτωρ πληροῦσθαι μηκέτι ὑδρευομένων· ἐπειδὴ δὲ συμπίπτει κατὰ τὸν τῆς συμπληρώσεως καιρὸν ἡ ἄμπωτις πολλάκις͵ πεπιστεῦσθαι κενῶς ὑπὸ τῶν ἐγχωρίων τὴν ἀντιπάθειαν. ὅτι μὲν οὖν ἡ ἱστορία πεπίστευται͵ καὶ οὗτος εἴρηκε καὶ ἡμεῖς ἐν τοῖς παραδόξοις θρυλουμένην παρειλήφαμεν. ἠκούομεν δὲ καὶ φρέατα εἶναι͵ τὰ μὲν πρὸ τῆς πόλεως ἐν τοῖς κήποις τὰ δὲ ἐντός͵ διὰ δὲ τὴν μοχθηρίαν τοῦ ὕδατος κατὰ τὴν πόλιν δεξαμενὰς ἐπιπολάζειν τοῦ λακκαίου ὕδατος· εἰ μέντοι καὶ τούτων τι τῶν φρεάτων ἐπιδείκνυται τὴν τῆς ἀντιπαθείας ὑπόνοιαν͵ οὐκ ἴσμεν. τὰς δ᾽ αἰτίας͵ εἴπερ συμβαίνει ταῦτα οὕτως͵ ὡς ἐν χαλεποῖς ἀποδέχεσθαι δεῖ. εἰκὸς μὲν γὰρ οὕτως ἔχειν ὡς ὁ Πολύβιός φησιν͵ εἰκὸς δὲ καὶ τῶν φλεβῶν τινας τῶν πηγαίων νοτισθείσας ἔξωθεν χαυνοῦσθαι καὶ παρέκχυσιν εἰς τὰ πλάγια μᾶλλον διδόναι τοῖς ὕδασιν ἢ ἀναθλίβειν κατὰ τὸ ἀρχαῖον ῥεῖθρον εἰς τὴν κρήνην· νοτίζεσθαι δ᾽ ἀναγκαῖον ἐπικλύσαντος τοῦ κύματος. εἰ δ᾽͵ ὥσπερ Ἀθηνόδωρός φησιν͵ εἰσπνοῆι τε καὶ ἐκπνοῆι τὸ συμβαῖνον περὶ τὰς πλημμυρίδας καὶ περὶ τὰς ἀμπώτεις ἔοικεν͵ εἶναι ἄν τινα τῶν ῥεόντων ὑδάτων͵ ἃ κατ᾽ ἄλλους μὲν πόρους ἔχει τὴν ἔκρυσιν κατὰ φύσιν εἰς τὴν ἐπιφάνειαν͵ ὧν δὴ τὰ στόματα πηγὰς καὶ κρήνας καλοῦμεν͵ κατ᾽ ἄλλους δὲ πόρους συνέλκεται πρὸς τὸ τῆς θαλάττης βάθος· καὶ συνεξαίροντα μὲν ἐκείνην ὥστε πλημμυρεῖν͵ ὅταν οἷον ἡ ἐκπνοὴ γίνηται͵ τὸ οἰκεῖον ἀπολείπει ῥεῖθρον͵ πάλιν δ᾽ ἀναχωρεῖ πρὸς τὸ οἰκεῖον ῥεῖθρον͵ ὅταν κἀκείνη λάβηι τὴν ἀναχώρησιν.

5.8

Οὐκ οἶδα δὲ πῶς κατ᾽ ἄλλα δεινοὺς ἀποφαίνων ὁ Ποσειδώνιος τοὺς Φοίνικας ἐνταῦθα μωρίαν μᾶλλον ἢ δριμύτητα αὐτῶν κατέγνωκεν. ἡμέρα μὲν γὰρ καὶ νὺξ τῆι τοῦ ἡλίου περιφορᾶι μετρεῖται τοτὲ μὲν ὑπὸ γῆς ὄντος τοτὲ δὲ ὑπὲρ γῆς φαινομένου· φησὶ δὲ τὴν τοῦ ὠκεανοῦ κίνησιν ὑπέχειν ἀστροειδῆ περίοδον͵ τὴν μὲν ἡμερήσιον ἀποδιδοῦσαν͵ τὴν δὲ μηνιαίαν͵ τὴν δ᾽ ἐνιαυσιαίαν συμπαθῶς τῆι σελήνηι· ὅταν γὰρ αὕτη ζωιδίου μέγεθος ὑπερέχηι τοῦ ὁρίζοντος͵ ἄρχεσθαι διοιδεῖν τὴν θάλατταν καὶ ἐπιβαίνειν τῆς γῆς αἰσθητῶς μέχρι μεσουρανήσεως· ἐκκλίναντος δὲ τοῦ ἄστρου͵ πάλιν ἀναχωρεῖν τὸ πέλαγος κατ᾽ ὀλίγον ἕως ἂν ζώιδιον ὑπερέχηι τῆς δύσεως ἡ σελήνη͵ εἶτα μένειν τοσοῦτον ἐν τῆι αὐτῆι καταστάσει χρόνον ὅσον ἡ σελήνη συνάπτει πρὸς αὐτὴν τὴν δύσιν͵ καὶ ἔτι μᾶλλον τοσοῦτον ὅσον κινηθεῖσα ὑπὸ γῆς ζώιδιον ἀπόσχοι ἂν τοῦ ὁρίζοντος· εἶτ᾽ ἐπιβαίνειν πάλιν ἕως τοῦ ὑπὸ γῆν μεσουρανήματος· εἶτ᾽ ἀναχωρεῖν ἕως ἂν πρὸς τὰς ἀνατολὰς περιχωρήσασα ἡ σελήνη ζώιδιον τοῦ ὁρίζοντος ἀπόσχηι͵ μένειν δὲ μέχρι ἂν ζώιδιον ὑπὲρ γῆς μετεωρισθῆι͵ καὶ πάλιν ἐπιβαίνειν· ταύτην μὲν εἶναι λέγει τὴν ἡμερήσιον περίοδον. τὴν δὲ μηνιαίαν͵ ὅτι μέγισται μὲν αἱ παλίρροιαι γίνονται περὶ τὰς συνόδους͵ εἶτα μειοῦνται μέχρι διχοτόμου· πάλιν δ᾽ αὔξονται μέχρι πανσελήνου͵ καὶ μειοῦνται πάλιν ἕως διχοτόμου φθινάδος· εἶθ᾽ ἕως τῶν συνόδων αἱ αὐξήσεις· πλεονάζειν δὲ καὶ χρόνωι καὶ τάχει τὰς αὐξήσεις. τὰς δ᾽ ἐνιαυσιαίας παρὰ τῶν ἐν Γαδείροις πυθέσθαι φησί͵ λεγόντων ὡς κατὰ θερινὰς τροπὰς μάλιστα αὔξοιντο καὶ αἱ ἀναχωρήσεις καὶ αἱ ἐπιβάσεις. εἰκάζει δ᾽ αὐτὸς ἀπὸ τῶν τροπῶν μειοῦσθαι μὲν ἕως ἰσημερίας͵ αὔξεσθαι δὲ ἕως χειμερινῶν τροπῶν· εἶτα μειοῦσθαι μέχρι ἐαρινῆς ἰσημερίας· εἶτ᾽ αὔξεσθαι μέχρι θερινῶν τροπῶν. τῶν δὲ περιόδων τούτων οὐσῶν καθ᾽ ἑκάστην ἡμέραν καὶ νύκτα͵ τὸν συνάμφω χρόνον δὶς μὲν ἐπιβαινούσης τῆς θαλάττης δὶς δὲ ἀναχωρούσης͵ τεταγμένως δὲ καὶ τῶν ἡμερησίων χρόνων καὶ τῶν νυκτερινῶν͵ πῶς οἷόν τε πολλάκις μὲν συμβαίνειν κατὰ τὰς ἀμπώτεις τὴν πλήρωσιν τοῦ φρέατος͵ μὴ πολλάκις δὲ τὴν λειψυδρίαν; ἢ πολλάκις μέν͵ μὴ ἰσάκις δέ; ἢ καὶ ἰσάκις μέν͵ τοὺς δὲ Γαδειρίτας ταῦτα μὲν μὴ ἱκανοὺς γενέσθαι τηρῆσαι τὰ καθ᾽ ἡμέραν γινόμενα͵ τὰς δ᾽ ἐνιαυσίους περιόδους ἐκ τῶν ἅπαξ συμβαινόντων κατ᾽ ἔτος τηρῆσαι; ἀλλὰ μὴν ὅτι γε πιστεύει αὐτοῖς͵ δῆλον ἐξ ὧν καὶ προσεικάζει γίνεσθαι τὰς μειώσεις καὶ πάλιν αὐξήσεις ἀπὸ τροπῶν ἐπὶ τροπάς τε ἑτέρας κἀκεῖθεν πάλιν ἐπανόδους. καὶ μὴν οὐδὲ ἐκεῖνο εἰκός͵ ὅτι τηρητικοὶ ὄντες τὰ μὲν συμβαίνοντα οὐκ εἶδον͵ τοῖς δὲ μὴ συμβαίνουσιν ἐπίστευσαν.

5.9

Φησὶ δ᾽ οὖν Σέλευκον τὸν ἀπὸ τῆς Ἐρυθρᾶς θαλάττης καὶ ἀνωμαλίαν τινὰ ἐν τούτοις καὶ ὁμαλότητα λέγειν κατὰ τὰς τῶν ζωιδίων διαφοράς· ἐν μὲν γὰρ τοῖς ἰσημερινοῖς ζωιδίοις τῆς σελήνης οὔσης ὁμαλίζειν τὰ πάθη͵ ἐν δὲ τοῖς τροπικοῖς ἀνωμαλίαν εἶναι καὶ πλήθει καὶ τάχει͵ τῶν δ᾽ ἄλλων ἑκάστου κατὰ τοὺς συνεγγισμοὺς εἶναι τὴν ἀναλογίαν. αὐτὸς δὲ κατὰ τὰς θερινὰς τροπὰς περὶ τὴν πανσέληνόν φησιν ἐν τῶι Ἡρακλείωι γενόμενος τῶι ἐν Γαδείροις πλείους ἡμέρας μὴ δύνασθαι συνεῖναι τὰς ἐνιαυσίους διαφοράς. περὶ μέντοι τὴν σύνοδον ἐκείνου τοῦ μηνὸς τηρῆσαι μεγάλην παραλλαγὴν ἐν Ἰλίπαι τῆς τοῦ Βαίτιος ἀνακοπῆς παρὰ τὰς ἔμπροσθεν͵ ἐν αἷς οὐδὲ ἕως ἡμίσους τὰς ὄχθας ἔβρεχε· τότε δ᾽ ὑπερχεῖσθαι τὸ ὕδωρ ὥσθ᾽ ὑδρεύεσθαι τοὺς στρατιώτας αὐτόθι (διέχει δ᾽ Ἰλίπα τῆς θαλάττης περὶ ἑπτακοσίους σταδίους)· τῶν δ᾽ ἐπὶ θαλάττηι πεδίων καὶ ἐπὶ τριάκοντα σταδίους εἰς βάθος καλυπτομένων ὑπὸ τῆς πλημμυρίδος͵ ὥστε καὶ νήσους ἀπολαμβάνεσθαι͵ τὸ τῆς κρηπῖδος ὕψος τῆς τε τοῦ νεὼ τοῦ ἐν τῶι Ἡρακλείωι καὶ τῆς τοῦ χώματος͵ ὃ τοῦ λιμένος πρόκειται τοῦ ἐν Γαδείροις͵ οὐδ᾽ ἐπὶ δέκα πήχεις καλυπτόμενον ἀναμετρῆσαί φησι· κἂν προσθῆι δέ τις τὸ διπλάσιον τούτου κατὰ τὰς γενομένας ποτὲ παραυξήσεις͵ [οὐδ᾽] οὕτω παρασχεῖν ἂν τὴν ἔμφασιν͵ ἣν ἐν τοῖς πεδίοις παρέχεται τὸ μέγεθος τῆς πλημμυρίδος. τοῦτο μὲν δὴ τὸ πάθος κοινὸν ἱστορεῖται κατὰ πᾶσαν τὴν κύκλωι παρωκεανῖτιν͵ τὸ δὲ τοῦ Ἴβηρος ποταμοῦ καινὸν καὶ ἴδιόν φησιν οὗτος· πλημμυρεῖν γὰρ ἔσθ᾽ ὅπου καὶ χωρὶς ὄμβρων καὶ χιόνων͵ ἐπειδὰν τὰ βόρεια πνεύματα πλεονάσηι͵ αἰτίαν δ᾽ εἶναι τὴν λίμνην δι᾽ ἧς ῥεῖ· συνεκβάλλεσθαι γὰρ τὸ λιμναῖον ὑπὸ τῶν ἀνέμων.

5.10

Ἱστορεῖ δὲ καὶ δένδρον ἐν Γαδείροις ὄζους ἔχον καμπτομένους εἰς ἔδαφος͵ πολλάκις δὲ φύλλα ξιφοειδῆ πηχυαῖα τὸ μῆκος͵ πλάτος δὲ τετραδάκτυλα. περὶ δὲ νέαν Καρχηδόνα δένδρον ἐξ ἀκάνθης φλοιὸν ἀφιέναι ἐξ οὗ ὑφάσματα γίνεται κάλλιστα. τῶι μὲν οὖν ἐν Γαδείροις καὶ ἡμεῖς οἴδαμεν ὅμοιον ἐν Αἰγύπτωι κατὰ τὴν τῶν κλάδων κατάκαμψιν͵ τοῖς δὲ φύλλοις ἀνόμοιον οὐδὲ καρπὸν ἔχον· τοῦτο δ᾽ ἔχειν φησί. τὰ δ᾽ ἀκάνθινα ὑφαίνεται καὶ ἐν Καππαδοκίαι͵ φέρει δ᾽ οὐ δένδρον τὴν ἄκανθαν ἐξ ἧς ὁ φλοιός͵ ἀλλὰ χαμαίζηλος ἡ βοτάνη. τῶι δὲ δένδρωι τῶι ἐν Γαδείροις καὶ τοῦτο προσιστόρηται ὅτι κλάδου μὲν ἀποκλωμένου γάλα ῥεῖ͵ ῥίζης δὲ τεμνομένης μιλτῶδες ὑγρὸν ἀναφέρεται. τοσαῦτα καὶ περὶ Γαδείρων.

5.11

Αἱ δὲ Καττιτερίδες δέκα μέν εἰσι͵ κεῖνται δ᾽ ἐγγὺς ἀλλήλων πρὸς ἄρκτον ἀπὸ τοῦ τῶν Ἀρτάβρων λιμένος πελάγιαι· μία δ᾽ αὐτῶν ἔρημός ἐστι͵ τὰς δ᾽ ἄλλας οἰκοῦσιν ἄνθρωποι μελάγχλαινοι͵ ποδήρεις ἐνδεδυκότες τοὺς χιτῶνας͵ ἐζωσμένοι περὶ τὰ στέρνα͵ μετὰ ῥάβδων περιπατοῦντες͵ ὅμοιοι ταῖς τραγικαῖς Ποιναῖς· ζῶσι δ᾽ ἀπὸ βοσκημάτων νομαδικῶς τὸ πλέον. μέταλλα δὲ ἔχοντες καττιτέρου καὶ μολίβδου κέραμον ἀντὶ τούτων καὶ τῶν δερμάτων διαλλάττονται καὶ ἅλας καὶ χαλκώματα πρὸς τοὺς ἐμπόρους. πρότερον μὲν οὖν Φοίνικες μόνοι τὴν ἐμπορίαν ἔστελλον ταύτην ἐκ τῶν Γαδείρων κρύπτοντες ἅπασι τὸν πλοῦν· τῶν δὲ Ῥωμαίων ἐπακολουθούντων ναυκλήρωι τινί͵ ὅπως καὶ αὐτοὶ γνοῖεν τὰ ἐμπόρια͵ φθόνωι ὁ ναύκληρος ἑκὼν εἰς τέναγος ἐξέβαλε τὴν ναῦν͵ ἐπαγαγὼν δ᾽ εἰς τὸν αὐτὸν ὄλεθρον καὶ τοὺς ἑπομένους αὐτὸς ἐσώθη διὰ ναυαγίου͵ καὶ ἀπέλαβε δημοσίαι τὴν τιμὴν ὧν ἀπέβαλε φορτίων. οἱ Ῥωμαῖοι δὲ ὅμως πειρώμενοι πολλάκις ἐξέμαθον τὸν πλοῦν· ἐπειδὴ δὲ καὶ Πόπλιος Κράσσος διαβὰς ἐπ᾽ αὐτοὺς ἔγνω τὰ μέταλλα ἐκ μικροῦ βάθους ὀρυττόμενα καὶ τοὺς ἄνδρας εἰρηναίους͵ ἐκ περιουσίας ἤδη τὴν θάλατταν ἐργάζεσθαι ταύτην τοῖς ἐθέλουσιν ἐπέδειξε καίπερ οὖσαν πλείω τῆς διειργούσης τὴν Βρεττανικήν. καὶ περὶ μὲν Ἰβηρίας καὶ τῶν προκειμένων νήσων ταῦτα.